1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

58

τῆς παροψίδος, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονη ρίας, οὕτως ἐπήγαγε· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστι· πάντα ταῦτα δηλονότι ὅσα ἐν τῷ ἁρπά ζειν καὶ πλεονεκτεῖν ἁμαρτάνομεν, καὶ πονηρευό μεθα. Παρίστησι δὲ τοῦτο καὶ ὁ Ζακχαῖος εἰπών· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδί δωμι τετραπλοῦν. Ὥστε ὅσα τοιαῦτά ἐστιν ἁμαρτή ματα, ἅπερ δυνατὸν ἀναλῦσαι, καὶ ὑπὲρ ὧν ἔστιν ἀντιδοῦναι πολυπλάσιον, τούτῳ τῷ τρόπῳ καθαρί ζεσθαι· καὶ τούτῳ, φημὶ, τῷ τρόπῳ, οὐκ αὐτῷ καθ' ἑαυτὸν ἀρκοῦντι πρὸς τὴν κάθαρσιν, χρῄζοντι δὲ προηγουμένως τοῦ ἐλέους τοῦ Θεοῦ, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ· ἐν ᾧ καὶ τῶν ἄλλων ἁπάντων ἔχομεν τὴν ἀπολύτρωσιν, ποιοῦντες ἐφ' ἑκάστῳ τοὺς ἀξίους καρποὺς τῆς μετανοίας.

ΕΡΩΤΗΣΙΣ ΣΟΒʹ Ἐπειδὴ πρόσταγμά ἐστι τοῦ Κυρίου μὴ μερι μνᾷν περὶ τῆς αὔριον, πῶς ὑγιῶς τὸ πρόσ ταγμα νοήσομεν; Ὁρῶμεν γὰρ, ὅτι πολ λὴν ἔχομεν σπουδὴν τῶν πρὸς τὴν χρείαν ἕνεκεν, ὥστε παραθέσθαι καὶ τὰ πρὸς πλείονα χρόνον ἀρκέσαι δυνάμενα. ΑΠΟΚΡΙΣΙΣ. Ὁ καταδεξάμενος τὴν τοῦ Κυρίου διδασκαλίαν, 31.1272 εἰπόντος· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ πληροφο ρηθεὶς τὴν ἀλήθειαν τῆς αὐτοῦ ἐπαγγελίας, ἐπαγ αγόντος· Καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οὐκ ἐν ταῖς βιωτικαῖς μερίμναις ταῖς συμπνιγούσαις τὸν λόγον, καὶ ἄκαρπον ποιούσαις, καταργεῖ τὴν ψυχήν. Ἐν δὲ τῷ καλῷ ἀγῶνι τῆς πρὸς Θεὸν εὐαρε στήσεως ἀγωνιζόμενος, πιστεύει τῷ Κυρίῳ εἰπόντι· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ· καὶ οὐ δὲν ταύτης ἕνεκεν περιεργάζεται. Ἐργάζεται δὲ καὶ μεριμνᾷ οὐχὶ δι' ἑαυτὸν, ἀλλὰ διὰ τὴν ἐντολὴν τοῦ Χριστοῦ, καθὼς ὑπέδειξε καὶ ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶν τας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τὸ μὲν γὰρ δι' ἑαυτὸν μεριμνᾷν φιλαυτίας ἐστὶν ἔγκλη μα· τὸ δὲ διὰ τὴν ἐντολὴν μεριμνᾷν καὶ ἐργά ζεσθαι φιλοχρίστου καὶ φιλαδέλφου διαθέσεώς ἐστιν ἐγκώμιον.

ΕΡΩΤΗΣΙΣ ΣΟΓʹ. Τί ἄν τις ποιήσας, βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον; ΑΠΟΚΡΙΣΙΣ. Ἐκ τῆς τότε βλασφημίας, ἢν ἐβλασφήμησαν οἱ Φαρισαῖοι, ἐφ' οἷς καὶ τὸ κρῖμα τοῦτο ἐτέθη, δῆλόν ἐστιν, ὅτι καὶ νῦν ἐκεῖνος βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὃς ἂν τὰς ἐνεργείας καὶ τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος τῷ ἐναντίῳ ἐπιφημίσῃ· ὅπερ πάσχομεν οἱ πολλοὶ, τὸν μὲν σπουδαῖον κενόδοξον πολλάκις ῥιψοκινδύνως ἀποκαλοῦντες, τοῦ δὲ ζῆλον ἀγαθὸν ἐπιδεικνυμένου ὀργὴν καταψευδόμενοι, καὶ ἄλλα τοιαῦτα ἐν ὑπονοίαις πονηραῖς ψευδῶς ἐπιφημί ζοντες

ΕΡΩΤΗΣΙΣ ΣΟ∆ʹ. Πῶς γίνεταί τις ἐν τῷ αἰῶνι τούτῳ μωρός; ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν φοβηθῇ τὸ κρῖμα τοῦ Θεοῦ, λέγοντος· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπι στήμονες· καὶ μιμήσηται τὸν εἰπόντα· Κτηνώδης ἐγενήθην παρὰ σοί· καὶ πᾶσαν οἴησιν συνέσεως ἀποβαλὼν, μὴ πρότερόν τι τῶν ἰδίων λογισμῶν ὡς ἀγαθὸν ἐγκρίνῃ, μήτε μὴν λογίσηταί τι τὴν ἀρχὴν, πρὶν ἂν ὑπ' αὐτῆς τοῦ Κυρίου τῆς ἐντολῆς συνεθι σθῇ πρὸς τὸ ἀρέσκον τῷ Θεῷ εἴτε ἐν ἔργῳ, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἐνθυμήσει, τοῦ Ἀποστόλου εἰπόντος· 31.1273 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· οὐχ ὅτι ἀφ' ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, καθὼς γέγραπται.

ΕΡΩΤΗΣΙΣ ΣΟΕʹ. Εἰ δύναται ἐγκόψαι πρόθεσιν ἁγίου ὁ Σατανᾶς, ὅτι γέγραπται· «Ἐγὼ μὲν Παῦλος προεθέμην ἐλθεῖν καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.» ΑΠΟΚΡΙΣΙΣ. Τῶν ἐν Κυρίῳ κατορθωμάτων τὰ μὲν προθέσει καὶ κρίσει ψυχῆς ἐκτελεῖται, τὰ δὲ διὰ σώματος ἐνεργεῖται ἢ ἐν σπουδῇ ἢ ἐν ὑπομονῇ. Ὅσα μὲν οὖν ἐν προθέσει τῆς ψυχῆς καὶ κρίσει κεῖται, ταῦτα ἐγκόψαι οὐδενὶ τρόπῳ δυνατόν ἐστι τῷ Σατανᾷ· ἐν δὲ τοῖς διὰ σωματικῆς ἐνεργείας κατορθουμένοις πολ λάκις τι καὶ