58
τῷ βίῳ τούτῳ ταῦτα μὴ γένηται, ἀλλ' οὖν γε ἐν τῷ μέλλοντι παγιδεύεται ᾗ ἐσκεύασεν παγίδι. πολλοὶ γὰρ τηροῦσιν τὰ αἰσθητὰ ταῦτα καὶ ὡς διαφευδόμενα αὐτὰ ἡγοῦνται, ὧν ἐστιν καὶ τό· "πάντες οἱ λαβόντες μάχαιραν μαχαίρῃ ἀπολοῦνται". οὔκ ἐστιν δὲ ἀναντίρρητον τοῦτο· ἀλλὰ τοῦτο λέγει· οἱ λαβόντες μάχαιραν κολάσει ὑποπεσοῦνται. ἐν πολλοῖς δὲ τόποις τῶν γραφῶν ἡ μάχαιρα δηλοῖ τὴν κόλασιν, ὡς ἐν τῷ· "μεθύσω τὰ βέλη μου, καὶ ἡ μάχαιρά μου καταφάγεται αἷμα τραυματιῶν", καί· "ἐμεθύςθη ἐν τῷ οὐρανῷ ἡ μάχαιρά μου"· ἥψατο γὰρ καὶ τῶν 86 ἐκεῖ ἡμαρτηκότων καὶ κολάσεως τρόπῳ ἐπέσπασεν αὐτοὺς ὧδε. "ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων". καὶ ὅρα γε διαφοράν· τάχα τινὲς τῶν ἀγρευομένων ὑπὸ τῶν φαύλων τούτων θηρευτῶν ὅλοι ἐντὸς εἰς τὰς παγίδας λαμβάνονται, οἱ δὲ μόνους τοὺς πόδας. οἱ λέγοντες οὖν· "ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρύσθη" ὅλοι ἦσαν παγιδευθέντες. λέγεις γοῦν εὐθέως· "ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρύσθημεν". ὧδε δὲ ὁ ἅγιος ἐπεὶ τοὺς ὀφθαλμοὺς ἔχει διὰ παντὸς πρὸς τὸν κύριον, περὶ ἁμαρτημάτων εὐτελεστέρων λέγει ὅτι· "οἱ πόδες μου γέγοναν εἰς παγίδα". ἔκσπα οὖν αὐτοὺς ἐκεῖθεν, ἵνα ἀνενπόδιστοι λοιπὸν γενόμενοι ὁδὸν τῶν ἐντολῶν τοῦ θεοῦ δράμωσιν καὶ εἴπωσιν· "ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα". 16 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με. ὅταν ἐπιβλέψῃ θεός, ἔλεος γίνεται τοῖς ἐπιβλεπομένοις· ἄξιοι γάρ εἰσιν τοῦ ὁρᾶσθαι· ὁ γὰρ ἁμαρτάνων μακρύνεται τῶν ὄψεων τοῦ θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ. ὁ Ἀδὰμ γοῦν ὅτε ἥμαρτεν ἅμα τῇ Εὕᾳ, "ἐκρύβη ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ". οὐχ ὑπομένουσιν ὀφθῆναι τῷ προσώπῳ τοῦ θεοῦ, ὅτε μάλιστα συνίσασιν ἑαυτοῖς ὅτι ἡμαρτήκασιν. ὁ δὲ θρασυνόμενος Κάιν ἔξω τοῦ προσώπου τοῦ θεοῦ ἑαυτὸν ἀπήγαγεν· "ἐξῆλθεν" γὰρ "Κάιν". ὁ δὲ ἐξερχόμενος ἐθελοντὶ τοῦτο ποιεῖ. περὶ γοῦν τοῦ Ἀδὰμ καὶ τῆς Εὕας εἴρηται ὅτι· "ἐξέβαλεν αὐτοὺς κύριος". ἐφιεμένους τῶν ἔσω ἐξέβαλεν αὐτούς· οὐκέτι γὰρ ἐλυσιτέλει αὐτοὺς ἔσω εἶναι. ὅμως περιείχοντο τῷ πόθῳ. οὔκ εἰσιν οὕτω κακοὶ ὡς ὁ ἐξελθὼν ἀπὸ προσώπου κυρίου. οὗτοί εἰσιν περὶ ὧν γέγραπται· "οὐ διαμενοῦσιν παράνομοι ἀπέναντι τῶν ὀφθαλμῶν σου". ἐθελουσίως δὲ ἔξω τῶν ὄψεων τοῦ θεοῦ γίνονται· οἱ γὰρ ὀφθαλμοὶ θεοῦ ἐφορῶντες φωτίζουσιν τοὺς ἐπιβλεπομένους. 16 ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Ἀέτιος ὁ ἔξαρχος τῆς Εὐνομίου αἱρέσεως ἔλεγέν τισιν ὅτι· "ὡς μεγάλα χαριζόμενοί ἐστε λέγοντες ὅτι μονογενὴς τοῦ θεοῦ ἐστιν ὁ Χριστός. καὶ ἄλλα πολλὰ κτίσματα μονογενῆ εἰσιν. ὁ ἥλιος γοῦν μονογενής ἐστιν". λέγω αὐτῷ· οὐ ταὐτόν ἐστιν τὸ εἶναί τι μονογενὲς καὶ τὸ εἶναι μονογενὲς γέννημα ἢ μονογενὴς υἱός, λέγω. ταῦτα οὖν τὰ ἄλλοις λεγόμενα μονογενῆ οὐ μετὰ προσθήκης τοῦ "υἱοῦ" ἢ "παρὰ πατρὸς" ἢ "γεννήματος" λέγονται. ὁ δὲ σωτὴρ εἴ που ὀνομάζεται, μετὰ τοιαύτης προσθήκης λέγεται· "καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός". ὁ δὲ παρὰ πατρὸς μονογενὴς υἱός ἐστιν τοῦ πατρὸς μόνος. καὶ ἔτι· "οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ". λέγω· υἱοῦ οὖν μονογενοῦς ὄντος ἀδύνατόν ἐστιν ἄλλον υἱὸν εἶναι ἐκείνου τοῦ μονογενῆ υἱὸν ἔχοντος. οὐδὲν δὲ τῶν κτισμάτων μονογενές ἐστιν· κἂν γὰρ ὁ ἥλιος μονογενὴς ᾖν, οὐ κτίσμα μονογενές ἐστιν, οὐ ποίημα μονογενές, ἀλλὰ ἥλιος μονογενής. οὕτω γοῦν καὶ ἀνθρώπων λέγομεν μονογενὲς τέκνον, οὐχ ὅτι ἓν μόνον ἔστιν τέκ87 νον, ἀλλ' ὅτι ἐκείνῳ ἓν μόνον ἐστίν. καὶ τό· "ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ". ἐπεὶ τοίνυν ὁ ταῦτα λέγων οὐ μονογενής ἐστιν υἱός, σκοπήσομεν πῶς ἑτέρως λέγεται· κἂν γὰρ τὸν ∆αυὶδ τὸν ἄνθρωπον λάβῃς, οὐκ ἦν μονογενής. εἶχεν ἄλλους ἓξ ἀδελφούς. οὕτω τοίνυν ἐκλημπτέον τὸ μονογενὲς ὧδε εἰρῆσθαι ὡς τό· "κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν". οἵῳ δὲ λόγῳ λέγουσιν τὸν ἥλιον