58
Ἀλλ' οὐδὲ οὗτος ὅρος τῆς εἰς τὸ ὕψος ἀναβάσεως τοῖς δι' ἀρετῆς προκόπτουσι
γίνεται. ὁ γὰρ μετὰ τοῦτον τῇ ἀκολουθίᾳ τῆς τάξεως ὢν ὑπὲρ τοῦτον καὶ τῇ μεγαλοφυΐᾳ τῆς θεωρίας εὑρίσκεται. πάλιν δὲ ἡ ἐπιγραφὴ ἀνακηρύσσει τὸν στεφανίτην· πάλιν ἡ ἐπ' αὐτῷ στήλη τὸ ὑπὲρ ἄνθρωπον εἶναι τὴν τοιαύτην νίκην μαρτύρεται. Εἰς τὸ τέλος γάρ, φησί, μὴ διαφθείρῃς. εἴρηται πολλάκις ὅτι νίκη ἐστὶ τοῦ τέλους τὸ σημαινόμενον, καὶ οὐδὲν χρὴ πάλιν ἐφερμηνεύειν τῷ λόγῳ τὸ ἐγνωσμένον. τὸ δὲ Μὴ διαφθείρῃς, ἡ φιλάνθρωπος αὕτη φωνὴ καὶ πᾶσαν μακροθυμίας ὑπερβολὴν παριοῦσα, μείζονος ἐπιβέβηκεν ἐν τῷ τόπῳ τούτῳ τῆς διανοίας. τίς γὰρ οὐκ οἶδεν ὅτι πρόχειρος μὲν εἰς εὐποιΐαν ἐστὶ καὶ τῶν ἐπιτυχόντων ἕκαστος ἐπὶ τῶν μηδεμίαν προενδειξαμένων κακίαν· πολλάκις δὲ καὶ μικρᾶς 5.167 τινος λύπης προγεγενημένης, ὁ μὲν μεγαλοψυχότερος ἤνεγκε τὴν ἐπὶ τοῖς μικροῖς ἀηδίαν καὶ ἐν τῷ καιρῷ τῆς εὐποιΐας οὐκ ἀπετράπη τοῦ ποιῆσαι καλῶς τὸν ἐπὶ μετρίοις λυπήσαντα· ὁ δὲ μικροφυὴς τὴν διάνοιαν, κἂν βραχύ τι τὸ παροξύνον τύχῃ, πᾶσαν ἐπαφίησιν αὐτῷ τὴν ἀμυντικὴν δύναμιν καιροῦ τινος εἰς κακοποιΐαν λαβόμενος. οὐκοῦν οὐκ ἴσον τὸ θαῦμα, κἂν ὅμοιον τὸ εὐεργέτημα τύχῃ, ἐπί τε τοῦ μηδὲν προπεπονθότος κακῶς καὶ ἐπὶ τοῦ δι' εὐποιΐας ἀμειψαμένου τὸν προλυπήσαντα. τούτου χάριν, ὡς ἂν μάλιστα τὸ ἀπαράθετόν τε καὶ ἀζήλωτον ἐπιδειχθείη τῆς τοῦ ∆αβὶδ μακροθυμίας, ἥτις αὐτὴν μικροῦ δεῖν μιμεῖται τῆς θείας φύσεως τὴν ἀπάθειαν, παρατίθησι τὴν πονηρὰν ἐκείνην τοῦ Σαοὺλ μανίαν. εἴρηται γάρ, φησίν, τῷ ∆αβὶδ ἡ τοῦ Μὴ διαφθείρῃς φωνή, ἣν τῇ μνήμῃ τῶν ἐπιγενομένων ἐνστηλιτεύῃ, οὐχ ὅτε φιλικῶς πρὸς αὐτὸν εἶχεν ὁ τύραννος, ἀλλ' ἤδη γεγενημένων ἐκείνων, ὅτε ἀπέστειλεν Σαοὺλ εἰς τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. πάντως δὲ οὐκ ἀγνοεῖς, ὁ φιλομαθής, τὸ μέρος τῆς ἱστορίας, τὸ ὑπὸ τῆς ἐπιγραφῆς σημαινόμενον· πῶς ἐπειδὴ κατέστη τῷ Σαοὺλ ἡ ἐκ τοῦ δαιμονίου πνεύματος πτόησις, τοῦ ἁγίου ∆αβὶδ διὰ τοῦ ψαλτηρίου τὴν ἐκ τοῦ πάθους ταραχὴν κατευνάσαντος, παρεστῶσαν ἑαυτῷ τὴν λόγχην εὑρὼν ὁ Σαοὺλ τῷ εὐεργέτῃ ἑαυτοῦ ἐπαφίησιν εὐθύνας κατ' αὐτοῦ τὴν αἰχμήν· τοῦ δὲ κατὰ θείαν συμμαχίαν τῆς βολῆς ἑαυτὸν ὑπεκστήσαντος τῷ τοίχῳ διὰ βάθους ἐμπήγνυται ἡ τῆς αἰχμῆς προσβολή. ἐξέδραμεν δὲ τῶν βασιλείων, ἐν τῷ ἰδίῳ οἴκῳ ἐγένετο μετα βληθήσεσθαι τοῦ βασιλέως τὸν θυμὸν διὰ μετανοίας ἐλπίσας. 5.168 Τοῦ δὲ Σαοὺλ δορυφόρους ἐν κύκλῳ τῇ οἰκίᾳ τοῦ ∆αβὶδ περιστήσαντος καὶ δημίοις τὸν κατ' αὐτοῦ φόνον ἐντειλαμέ νου μόλις διὰ θυρίδος τινὸς καταβαλὼν ἑαυτὸν εἰς τὸ ὕπαιθρον καὶ διαλαθὼν τὴν φρουρὰν ἔξω τῶν κινδύνων κατέστη· καὶ μεταναστὰς ἄλλοτε ἄλλον ἐπήρχετο τόπον ὑπὸ ἀμηχανίας τοῖς ἀήθεσιν ἀνθρώποις ἐπιπλανώμενος. καὶ οὕτως κατελήφθη ὑπὸ τοῦ Σαοὺλ πανστρατιᾷ κυκλώσαντος τὸ γεώλοφον, ᾧ μετὰ τῶν περὶ αὑτὸν ὁ ∆αβὶδ προσφεύγει, καὶ νυκτὸς ἀναβολὴν πρὸς τὸν θάνατον αὐτῷ παρασχομένης (ὑπερέθετο γὰρ ὁ Σαοὺλ ἐπὶ τὸν ὄρθρον τὴν τοῦ διωκομένου σφαγήν) ἐπιστὰς τῇ σκηνῇ τοῦ πολεμίου καὶ καταλαβὼν ἐπί τινος εὐνῆς λελυμένον τῷ ὕπνῳ οὐ μόνον τὴν ἰδίαν ἐπέσχεν χεῖρα σπεύδουσαν ἴσως τῷ θυμῷ χαρίσασθαι, ἀλλὰ καὶ τὸν ὑπ ασπιστὴν ἤδη κατὰ τοῦ Σαοὺλ πρὸς τὴν σφαγὴν ἐπικύψαντα (Πατάξω γάρ, φησίν, καὶ οὐ δευτερώσω) ἀπάγει τῆς ὁρμῆς τῇ μεγάλῃ ταύτῃ καὶ ἀοιδίμῳ φωνῇ, Μὴ διαφθείρης, εἰπών, τὸν πρὸς τὴν καθ' ἡμῶν διαφθορὰν ἐπειγόμενον. οὐ τοῦτο δὲ μόνον ἐστὶν τὸ θαυμαστὸν ἐν τῷ πράγματι, ὅτι ζωὴν χαρίζεται τῷ κατὰ τῆς ζωῆς αὐτοῦ ἅπαντα πράσσοντι, ἀλλ' ὅτι πρὸς βασιλείαν χρισθεὶς ὁ ∆αβὶδ καὶ εἰδὼς μὴ ἄλλως ἂν μετασχεῖν τοῦ ἀξιώματος, εἰ μὴ ἐκ ποδῶν γένοιτο ὁ Σαούλ, κρεῖττον ἔκρινεν διὰ τῆς μακροθυμίας κακοπαθεῖν ἐν ἰδιωτικῇ ταπεινό τητι ἢ θυμὸν κατὰ τοῦ λελυπηκότος ἐκπλήσας ἐπιβῆναι τῆς βασιλείας. διὰ τοῦτο συμπαρεγράφη τῇ τῆς φιλανθρωπίας φωνῇ τὸ Ὅτε ἀπέστειλεν Σαοὺλ εἰς τὸν οἶκον τοῦ ∆αβὶδ τοῦ