58
κοιμηθεὶς οὐ προσθήσει, 19b ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστιν. 27,20a κοιμηθέντι συναντήσουσιν αὐτῷ ὥσπερ ὕδωρ ὀδύναι, 20b νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος. 27,21a ἀναλήψεται αὐτὸν καύσων, καὶ ἀπελεύσεται, 21b καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ 27,22a καὶ ἀπορρίψει αὐτὸν καὶ οὐ φείσεται· 22b ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. 27,23a κροτήσει ἐπ' αὐτὸν χεῖρας αὐτοῦ 23b καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
28,1a ἔστι γάρ, φησίν, ἀργυρίῳ τόπος, ὅθεν γίνεται, 1b τόπος δὲ χρυσίῳ, ὅθεν
διηθεῖται. 28,2a σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, 2b χαλ148 κὸς δὲ ἴσα λίθῳ λατομεῖται. 28,3a τάξιν, φησίν, ἔθετο σκότει, 3b καιρῶν πέρας αὐτὸς ἐξακριβάζεται. ἤτοι τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσι τάξιν ὁρίσας πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρωπίνοις προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ· οὐδὲν ἁπλῶς οὐδὲ εἰκῇ παρέρχεται. ἢ ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία ἄδηλος τοῦ θεοῦ. ἀργύριον μὲν γὰρ καὶ χαλκὸς τόπον ἔχει, τῆς δὲ σοφίας τόπον οὐδεὶς ἔγνω, ἀλλ' αὐτὸς μόνος οἶδε τὴν σοφίαν. ἀνθρώποις δὲ εἶπεν, ὅτι ἡ θεοσέβειά ἐστι σοφία καὶ τὸ καλὰ πράττειν ἐπιστήμη. τάξιν ἔθετο σκότει, φησίν. καλῶς εἶπε τάξιν. οἶδε παραχωρεῖν καὶ ὑπεξίστασθαι. τίς ἀπελαύνει τὸν ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοιαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. «διὰ τί σκότος», φησίν, «μὴ ἴσμεν. πάντα δύναται, πάντα σοφῶς ποιεῖ.» εἶτα πολλὰ τὰ μεταξὺ εἰπών φησιν· 28,28a ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, 28b τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. οὐδὲν ταύτης τῆς τέχνης ἴσον, οὐδὲν ταύτης τῆς σοφίας δυνατώτερον. ἀρχὴ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν. τοῦτό ἐστι τὸ μέγιστον ἀγαθόν, τοῦτο ἡ μεγίστη σοφία, τὸ θεοσεβεῖν, οὐ τὸ περιεργάζεσθαι καὶ ψήφους τιθέναι καὶ εὐθύνας ἀπαιτεῖν τῶν γινομένων. μὴ δὴ ἑτέραν νομίζετε σοφίαν εὑρίσκειν. 149
29,1 ΠΡΟΣΘΕΙΣ ∆Ε ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΠΡΟΟΙΜΙΩ· 29,2a τίς ἄν με θείη μῆνα κατὰ
μῆνα ἡμερῶν τῶν ἔμπροσθεν; τί ἐστιν· προσθεὶς τῷ προοιμίῳ; οὐ τελειοῖ τοὺς λόγους, ἀλλὰ εἰς ἀρχὴν πάλιν ἀνήγαγε μὴ συγχωρῶν διακόπτειν ἐκείνοις μηδὲ εἰς ἀντιλογίαν καθιέναι. τί οὖν φησιν; «ἐβουλόμην γίνεσθαι μῆνα ἐπὶ τῆς εὐπραγίας τῆς παλαιᾶς, ὥστε ὑμῶν ἐμφράξαι τὰ στόματα, ὥστε δειχθῆναι, τίς ἤμην.» μῆνα ἕνα κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν. οὐδὲν μέγα ἐζήτησεν, τριάκοντα ἡμέρας μόνον γενέσθαι ἐπὶ τῶν προτέρων ἀγαθῶν καὶ τῆς εὐθηνίας ἀπολαῦσαι ἐκείνης, ἣν οὐδεὶς οὐδέπω παραστῆσαι δύναται. εἶτα ἐπεξέρχεται τῷ λόγῳ. ἐπειδὴ γὰρ τοῦτο ἀδύνατον ἦν, κατὰ δύναμιν αὐτῷ τῷ λόγῳ παρίστησι καὶ λέγει, τίνα ἐποίει καὶ ἐν τίσιν ἦν τὸ πρότερον. ὅρα τὴν εὐσέβειαν τοῦ ἀνδρός· τὸ πᾶν τῷ θεῷ ἀνατίθησιν. οὐ γὰρ ἔστι τῆς ἄνωθεν ἀπεστερημένον ῥοπῆς δυνηθῆναι στῆναί ποτε. 29,2a ἡμερῶν, φησίν, 2b ὧν ὁ θεὸς ἐφύλαττέ με, 29,3a ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, 3b ὅτε ἐν τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, 29,4a ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, 4b ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου, 29,5a ὅτε ἤμην ὑλώδης λίαν, 5b κύκλῳ δέ μου οἱ παῖδες. ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ θεοῦ ἡ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν· ὅτε ὁ θεὸς ἐφύλαττέ με. εἶτα λέγει τῆς φυλακῆς αὐτοῦ τὰ τεκμήρια· ὅτε ηὔγει, φησίν, ὁ λύχνος ὑπὲρ κεφαλῆς μου. τουτέστιν· τὸ φῶς. καὶ τὸν λύχνον μου φωτιεῖς· λύχνου γὰρ ὄντως χρεία. τοσοῦτόν ἐστι τὸ σκότος τὸ παρόν, τοσαῦται τῶν πραγμάτων αἱ περιστάσεις, τῶν σωματικῶν παθῶν αἱ ἐπαναστάσεις, πονηρῶν ἀνθρώπων αἱ ἐπιβουλαί, δαι150 μόνων ἀγρίων μάχαι καὶ στάσεις, ὥστε τοῦτον αὐτὸν δεῖξαι. ὅτε ἐν τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. ὁρᾷς, ὅτι σκότος τὰ πάντα κατέχει; καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει. ἀλλ' ὥσπερ τοῦτο τὸ σκότος χρήσιμον πρὸς ἀνάπαυσιν, οὕτως ἐκεῖνο χρήσιμον ἡμῖν οὐ παρὰ τὴν