1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

58

ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν; Οὐδεὶς τοῦτο ἐξετάζει, οὐδεὶς τοῦτο ἐννοεῖ, οὐδεὶς πρὸς ἑαυτὸν διαλέγεται, ἀλλ' ἐν τοῖς ἑτέρων σφοδροὶ κάθηνται πάντες ἐξετασταί. Ἀλλὰ τοῦτο μέν ἐστι κοινωνοὺς ποιῆσαι τῶν ἐγκλημάτων. Ἵνα δὲ καὶ αὐτῶν, ὧν φατε τοὺς ἱερεῖς ὑπευθύνους εἶναι, ἀπαλλάξω δι' ὑμᾶς, ἀκούσατε· τὸ γὰρ περὶ τούτων πεπεῖσθαι, ὡς παραβαινόντων τὸν νόμον τοῦ Θεοῦ, πολλὴ πρὸς τὸ κακόν ἐστι ῥοπή. Φέρε οὖν κἀκεῖνα ἐξετάσωμεν· Εἶπεν ὁ Χριστὸς, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μὴ ζώνην, μὴ ῥάβδον. Τί οὖν, εἰπέ μοι; Πέτρος παρὰ τὸ πρόσταγμα ἐποίει; πῶς γὰρ οὒ, ὁ καὶ ζώνην ἔχων καὶ ἱμάτιον καὶ ὑποδήματα; ὅτι γὰρ εἶχεν, ἄκουε τοῦ ἀγγέλου λέγοντος πρὸς αὐτὸν, Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τούτων τῶν ὑποδημάτων ἦν· ἔνεστι γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι, ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνί ἐστιν· ἀλλ' ὅμως εἶχε. Τί δὲ ὁ Παῦλος; Ὅταν λέγῃ Τιμοθέῳ γράφων, Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν· εἶτα παραγγέλλει καὶ λέγει· Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας· Ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὅτι καὶ ἕτερον οὐκ εἶχεν, ὃν ἐφόρει. Εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευσε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δῆλον ὅτι ἕτερον εἶχε. Τί δὲ, ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι ἔμενεν; ἆρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός; περὶ οὗ ὁ Χριστὸς ἐμαρτύρησε λέγων, ὅτι Σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος; Ἔδει ταύτην ἀφεῖναι τὴν ἀμφιβολίαν παρ' ὑμῖν, καὶ μηδεμίαν ἐπαγαγεῖν τῷ ζητήματι λύσιν, ἀλλὰ ταύτην ὑμᾶς δίκην εἰσπράξασθαι τῆς περὶ τὰς Γραφὰς ὀλιγωρίας· πάντα γὰρ ταῦτα ἐκ τούτου γίνεται. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς ἑτέρων ἁμαρτήμασίν ἐσμεν πικροὶ ἐξετασταὶ, καὶ τῶν ἡμετέρων οὐδένα λόγον ποιούμεθα, ὅτι τὰς Γραφὰς οὐκ ἴσμεν, ὅτι τοὺς θείους οὐ παιδευόμεθα νόμους. Ἔδει μὲν οὖν ταύτην ὑμᾶς εἰσπράξασθαι τὴν δίκην· ἀλλὰ τί πάθω; πατήρ εἰμι· πολλὰ καὶ πέρα τοῦ δέοντος οἱ πατέρες χαρίζονται τοῖς παισὶ, τῶν σπλάγχνων αὐτοῖς διαθερμαινομένων [ἐκεῖνοι] τῶν πατρικῶν· κἂν ἴδωσι τὸ παιδίον κατηφιάσαν, τηκόμενον, αὐτοὶ μᾶλλον ἐκείνου δάκνονται, καὶ οὐ παύον 62.254 ται, ἕως ἂν τῆς ἀθυμίας τὴν ὑπόθεσιν ἀνέλωσι. Πλὴν κἂν τοῦτο γενέσθω, κἂν κατηφιάσατε ἐπὶ τῷ μὴ λαβεῖν, ἵνα λάβητε καλῶς. ʹ. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ ἠναντιώθησαν, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τοῦ Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διαπαντός. Καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶν. Πῶς; Φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς μαθηταῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώνης καὶ ὑποδημάτων, μήτι ὑστέρησεν ὑμῖν; Λέγουσιν αὐτῷ· Οὔ. Οὐκοῦν λοιπὸν κτήσασθε. Ἀλλὰ τί ἔδει, εἰπέ μοι; ἕνα χιτῶνα ἔχειν; Τί οὖν; εἰ πλύνεσθαι τοῦτον ἔδει, γυμνὸν ἐχρῆν οἴκοι καθέζεσθαι; ἢ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν, χρείας καλούσης; Ἐννόησον οἷον ἦν Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην διὰ ἱματίου ἔνδειαν οἴκοι καθῆσθαι, καὶ τηλικούτοις πράγμασιν ἐμποδίζειν. Τί δέ; εἰ κρυμὸς ἐπετέθη σφοδρὸς, καὶ κατέβρεξεν, ἢ καὶ ἐπάγωσε, πῶς ξηραίνεσθαι ἐνῆν; πάλιν γυμνὸν ἐχρῆν καθῆσθαι; τί δέ; εἰ ψῦχος κατέτεινε τὸ σῶμα, τήκεσθαι ἔδει, καὶ μὴ φθέγγεσθαι; Ὅτι γὰρ οὐκ ἀδαμάντινα σώματα αὐτοῖς κατεσκεύαστο, ἄκουσον τί φησι περὶ Τιμοθέου· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου, Ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι ὑμῖν τὸν ὑμῶν ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου. Καὶ γὰρ