59
μονογενῆ τῷ ἄλλον ἥλιον μὴ εἶναι, ὅταν ὁ ἅγιος μονωθῇ καὶ χωρισθῇ τῶν ἄλλων ἀνθρώπων βίῳ καὶ θεωρίᾳ, μονογενής ἐστιν. "μονογενὴς" οὖν "εἰμι καὶ πτωχός". καίτοι ὁ οὕτω πτωχὸς πλούσιός ἐστιν· "πλουτεῖ" γὰρ "παντὶ λόγῳ καὶ πάσῃ γνώσει". ἀλλὰ ὡς πρὸς τὸν ἐφορῶντα θεὸν καὶ τὰς δωρεὰς χαριζόμενον πτωχός ἐστιν· ὥσπερ γὰρ ὁ Ἀβραὰμ εἶπεν· "ἐπεὶ ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός"-μὴ γὰρ καθάπαξ ἑαυτὸν εἶπεν "γῆ καὶ σποδός", ἀλλ' "ἐπεὶ ἠρξάμην πρὸς τὸν κύριον λαλῆσαι"-, οὕτω καὶ Μωυσῆς καίτοι πεπαιδευμένος πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἱκανῶς ἔχων περὶ λόγους, "ἰσχνόφωνον καὶ βραδύγλωσσον" ἑαυτὸν εἶπεν, "ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου". καὶ οὗτος οὖν εἰ καὶ πλούσιός ἐστιν- οὐδὲν γὰρ πλουσιώτερον τοῦ τοὺς ὀφθαλμοὺς διὰ παντὸς πρὸς τὸν κύριον ἔχον τος- , ἀλλ' ὡς πρὸς τὸν ἐπιβλέψαντα καὶ ἐλεῶντα εἶδεν ἑαυτὸν πτωχόν. δυνατὸν δὲ καὶ τὸ "μονογενὴς" εἰπεῖν ὅτι μίαν ἔχω μόνην ψυχήν. ταύτην παγιδευθεῖσαν ἐκσπάσεις ἐκ τῆς παγίδος· μονογενὴς γάρ μοί ἐστιν. 17 αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν. οὐ παντός, λέγω, αἱ θλίψεις πλατύνονται, ἀλλὰ τοῦ γενναίως αὐτὰς φέροντος. τοῦτο ὁ ἀπόστολος γράφει· "ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι". λέγουσιν οἱ τὴν Ἑβραίων εἰδότες διάλεξιν ὅτι τὸ στενοχωρεῖσθαι, ὅτε μετὰ θλίψεως ὀνομάζεται, τοῦτο δηλοῖ τὸ προαιρέσει θλίβεσθαι, τὸ στενοχωρῆσαι τῷ μὴ γενναίως φέρειν τὰ θλιβηρά, οἷον ὁ Ἰὼβ "ἐν παντὶ θλιβόμενος οὐκ ἐστενοχωρεῖτο"· πῶς γὰρ ἐστενοχωρεῖτο ὁ λέγων· "ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον"; καὶ οἱ ἐξερχόμενοι δὲ ἀπόστολοι "ἀπὸ τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι", οὐκ ἐθλίβοντο κατὰ τὴν διάθεσιν, ἀλλὰ ἔχαιρον. καὶ ἐπὶ τῶν αἰσθητῶν δὲ ὁ προσδοκίᾳ στεφάνου ἀγωνιζόμενος ὁρῶν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν κείμενον γενναίως φέρει τὰς πληγάς, χαίρει ὅτι τυπτόμενος οὐκ ἐνδίδει. τὸ τῆς θλίψεως οὖν ὄνομα ὅτε μετὰ στενοχωρίας συνέζευκται, τοῦτο σημαίνει τὸ κατὰ τὴν διάνοιαν μὴ θλίβεσθαι, ἀλλὰ γενναίως φέρειν. ὅταν χωρὶς ἕκαστον αὐτῶν κεῖται ἐν τῇ γραφῇ, ὃ σημαίνει ἡ θλῖψις, τοῦτο ἡ στενοχω ρία δηλοῖ· "ἐν θλίψει καὶ στενοχωρίᾳ ἐκεῖθεν λέων καὶ σκύμνος λέοντος καὶ ὄφεις καὶ ἔκγονα ἀσπίδων". ὅταν θλῖ88 ψις καὶ στενοχωρία γένηται, τουτέστιν ὅταν τὰ ἔξωθεν θλιβηρὰ ᾖ, θλίβηται δὲ καὶ ἡ διάθεσις, θλίβηται καὶ ἡ προαίρεσις ἑκάστου, καὶ ἤθη φανερὰ γίνεται, ὁ λέων λέων φαίνεται-ἤτοι ὁ γενναῖος καὶ ἰσχυρὸς ἢ ὁ θυμώδης· ἀμφότερα δὲ φανεροῖ· ὅταν ὁ δίκαιος ὡς λέων πεποιθὼς γενναίως ἐνέγκῃ τὰ θλιβηρά, τότε ἐπαινετῶς λέων ὤφθη. ὅταν δὲ σὺν τῇ θλίψει στενοχωρῆταί τις θυμώδης, ἀναδείκνυται ὠμόθυμος καὶ "σκύμνος λέοντος". ἐπὶ τῶν λεόντων οἱ μέν εἰσιν τέλειοι, οἱ δὲ ἀτελεῖς καὶ ὡσανεὶ σκύμνοι τῶν λεόντων καὶ γεννήματα τῶν λεόντων. οὕτω καὶ ἐν ταῖς ἀνθρώπων προαιρέσεσιν εὑρήσεις· οἱ μέν εἰσιν ἄκρως λέοντες, οἱ δὲ ἄρτι λαμβάνοντες τοῦ γεννᾶσθαι. οἱ μάρτυρες τῆς ἀληθείας θλιβόμενοι οὐκ ἐστενοχωροῦντο. 17 καὶ ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. ἀνάγκας ὧδε τὰς θλίψεις λέγει. καὶ ἐν ἄλλοις· "καὶ ἐκέκραξαν πρὸς κύριον, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρύσατο αὐτούς". οὐ γὰρ προσεκτέον τοῖς εἰσηγουμένοις γενεθλιαλογίαν· τοῦτο γὰρ ἐκεῖνοι λέγουσιν ὅτι ἐπιμετρεῖ τινα ἡ εἱμαρμένη τοῖς ἀνθρώποις. ἐὰν δέ τις θεοσεβήσῃ καὶ κατὰ θεὸν σοφὸς γένηται, ἔξω γίνεται τῶν ἐπηρτημένων. καὶ Αἰγυπτίων οὖν οἱ λόγιοι, ὧν ἐστιν ὁ τριςμέγιστος Ἑρμῆς, λέγουσιν ὅτι ὁ σοφὸς οὐκέτι ὑπόκειται τῇ εἱμαρμένῃ, ἔξω γίνεται τοῦ κόσμου. ὡς λέγει ὁ σωτὴρ δυνατὸν εἶναι ὄντα ἐν τῷ κόσμῳ μηκέτι ἐξ αὐτοῦ εἶναι, ὅταν ἄνω ἔχῃ τὸν νοῦν καὶ τὴν πολιτείαν οὐράνιον, οὕτω ἐκεῖνοι ψελλίσαντες ἀπὸ τῶν ἡμετέρων λέγουσιν ὅτι ὁ σοφὸς λύει τὴν εἱμαρμένην. τινὲς γοῦν τῶν περὶ γενεθλιαλογίαν ἐχόντων οὕτως