1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

59

θανατῶσαι αὐτόν. οὐ γὰρ τότε ἐρρέθη, ὅτε ταῦτα ἐγένετο, 5.169 ἀλλὰ προφέρει ὁ λόγος εἰς τὴν τοῦ θαύματος ἐπίτασιν, ὅτι ταῦτα εἶπεν ὁ ἐκεῖνα παθών. Περιττὸν δὲ οἶμαι νῦν παρενθεῖναι τῷ λόγῳ πρὸς ἕτερα σπεύδοντι τί τὸ ἐν τῇ ἱστορίᾳ ζητούμενον, πῶς, εἰπόντος τοῦ λόγου ὅτι ἐπάταξε ὁ Σαοὺλ τὸν ∆αβὶδ τῇ λόγχῃ ἐπάγει ἡ ἱστορία ὅτι κατὰ τοῦ τοίχου ἦλθε τὸ δόρυ, ὁ δὲ ∆αβὶδ διεσώθη, καὶ ὅτι ἐπὶ τῆς κλίνης τοῦ ∆αβὶδ αὐτὸς μὲν οὐχ εὑρίσκεται, ἀλλ' ἀντ' ἐκείνου κενοτάφια καὶ ἧπαρ αἰγῶν, ὅπερ τοῖς τότε εἰς ἀποτροπιασμὸν θανάτου ἔκ τινος συνηθείας ἐγίνετο, ὥστε τὸν ἐν ἀρρωστίᾳ γενόμενον ὑπεξάγεσθαι μὲν τῆς κλίνης, τὴν δὲ τοῖς τεθνηκόσιν ἐπιβαλλομένην στολὴν ἐπιτιθέναι τῷ κραββάτῳ καὶ ἧπαρ αἰγῶν. δῆλον γὰρ ἂν εἴη τοῖς φιλοπονωτέροις, ὅτι προφητεία τῆς κατὰ τὸν κύριον οἰκονομίας ἐστὶν ἡ ἱστορία. δαίμονες ἦσαν ἐν Σαοὺλ τῷ τυράννῳ· τούτους ἀπελαύνει ὁ εἰς βασιλείαν χρισθεὶς τῷ τῆς κιθάρας ὀργάνῳ κατ' αὐτῶν ἐνεργήσας τὴν πτόησιν· ὁ δὲ καταληφθεὶς ὑπὸ τῶν συνόντων αὐτῷ δαιμόνων πατάσσει τῇ λόγχῃ τὸν διὰ τῆς κιθάρας τὴν κατὰ τῶν δαιμόνων ἰσχὺν ἐνδειξάμενον, ἀλλ' ὁ τοῖχος δέχεται ἀντὶ τοῦ ∆αβὶδ τὴν πληγήν· ὁ δὲ διασῴζεται. μετὰ ταῦτα ὁ ἐπιβουλευθεὶς παρὰ τοῦ Σαοὺλ ζητεῖται ἐπὶ τῆς κλίνης, καὶ ὁ μὲν οὐχ εὑρίσκεται, κενοτάφια δὲ ἀντ' ἐκείνου ἡ κλίνη ἔχει καὶ ἧπαρ αἰγῶν. φανερὰ δὲ πάντως ἐστὶν ἡ διὰ τῶν αἰνιγμάτων τῆς ἱστορίας ἀκολουθία πρὸς τί βλέπει· ὅτι διὰ μὲν τοῦ ∆αβὶδ ὁ ἐκ τοῦ ∆αβὶδ προμηνύεται, τὸν δὲ Χριστὸν ὁ χρισθεὶς διασημαίνει· καὶ ὅτι ἡ κιθάρα τὸ ἀνθρώπινόν ἐστιν ὄργανον, ἡ δὲ ἐκ ταύτης 5.170 ᾠδὴ ὁ διὰ τοῦ σαρκωθέντος φανερωθεὶς ἡμῖν λόγος, οὗ ἔργον ἐστὶν ἀφανίσαι τὴν ἐκ δαιμόνων παραφοράν, ἵνα μηκέτι ὦσιν οἱ θεοὶ τῶν ἐθνῶν τὰ δαιμόνια. ἀλλ' ὁ βασιλεὺς ἐκεῖνος ὁ ἐν ἑαυτῷ τοὺς δαίμονας ἔχων, ὅταν ὑποχωρήσῃ τὰ πνεύματα τῇ ᾠδῇ τοῦ τὸ ὄργανον ἐπὶ τούτῳ ἁρμοσαμένου πατάσσει αὐτὸν τῷ δόρατι (τὸ δὲ δόρυ ξύλον ἐστὶ σιδήρῳ καθωπλισμένον), ἀλλὰ δέχεται ἀντ' ἐκείνου ὁ τοῖχος τὸ δόρυ. τοῖχον δὲ νοοῦμεν τὴν γηΐνην οἰκοδομήν, δι' ἧς τὸ σῶμα καταμανθάνομεν, περὶ ὃ τὸ ξύλον βλέπομεν τοῦ σταυροῦ καὶ τὸν σίδηρον· ὁ δὲ ∆αβὶδ ἐκεῖνος ὁ χριστός τε καὶ βασιλεὺς ἔξω τοῦ πάθους ἐστίν. ἡ γὰρ θεότης ἐν τῷ σταυρῷ τε καὶ τοῖς ἥλοις οὐ γίνεται. Μελχὸλ δὲ ἀκούσαντες τὴν ἐκ τοῦ Σαοὺλ γενομένην, ᾗ ∆αβὶδ ἐκοινώνησεν, οὐ ξενιζόμεθα πρὸς τὸ ἀκόλουθον βλέποντες. οἴδαμεν γὰρ ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλὰ πατὴρ ἐγένετο τοῦ θανάτου ὁ τῆς κακίας βασιλεὺς ὁ ἑαυτὸν τῆς ζωῆς στερήσας. φθόνῳ γὰρ διαβόλου ὁ θάνατος εἰσῆλθεν· Ἐβασίλευσε δὲ ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ ἕως τοῦ νόμου, ὃν βούλεται μηκέτι βασιλεύειν ἐν ἡμῖν ὁ ἀπόστολος ἐν τῷ θνητῷ ἡμῶν σώματι. ὁ οὖν ὑπὲρ πάντων τοῦ θανάτου γευσάμενος ἐν τῷ οἴκῳ τῆς ὑπὸ τοῦ νοηθέντος ἡμῖν Σαοὺλ γενομένης γίνεται, ὄνομα δὲ αὐτῇ Μελχόλ. τοῦ δὲ ὀνόματος τούτου τὸ σημαινόμενον βασιλείας ἐστὶν διὰ τὸ μέχρι τότε βασιλεύειν τὴν ἁμαρτίαν τῆς φύσεως. ἐνταῦθα δὲ γενόμενος αὐτὸς μὲν διὰ θυρίδος ἐξέρχεται. σημαί 5.171 νει δὲ ἡ θυρὶς τὴν ἐπὶ τὸ φῶς πάλιν ἐπάνοδον τοῦ ἑαυτὸν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις δείξαντος. τὰ δὲ κενοτάφια αὐτοῦ ἐπὶ τῆς κλίνης ὁρᾶται. φησὶ γὰρ καὶ ὁ ἄγγελος τοῖς ἐν τῷ μνήματι ζητοῦσι τὸν κύριον· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἠγέρθη. ἴδε ὁ τόπος ἐν ᾧ ἔκειτο. τὸν τάφον, ἐν ᾧ ἐτάφη, εἶδον οἱ ζητοῦντες τὸν κύριον κενὸν τοῦ ζητουμένου σώματος. μόνα δὲ ἦν ἐν αὐτῷ τὰ ἐντάφια. οὐκοῦν νοοῦμεν ὅτι τὴν ἀνάστασιν τοῦ κυρίου σημαίνει τὴν ἐπὶ τοῦ τάφου τὰ ἐπὶ τῆς κλίνης τοῦ ∆αβὶδ κενοτάφια, δι' ὧν γίνεται ὁ ἀληθινὸς τοῦ θανάτου ἡμῶν ἀποτροπιασμός. Τοῦ δὲ τρωθέντος τοίχου, ὃν ἀντὶ τοῦ σώματος ἐνοήσαμεν, αἷμα μὴ ἔχοντος, ὡς ἂν μὴ παραλειφθείη τὸ καιριώτατον τῶν εἰς τὸ μυστήριον νοουμένων, δι' οὗ ἐλυτρώθημεν, τὸ αἷμα λέγω, τοῦτο ἐν τοῖς κενοταφίοις εὑρίσκεται· μόνον γὰρ ἐν τοῖς σπλάγχνοις τὸ ἧπαρ αἵματός ἐστι πηγή τε καὶ ἐργαστή ριον, οὗ χωρὶς ἀδύνατόν ἐστι συστῆναι τὴν φύσιν τοῦ αἵματος. εἰ οὖν ἐκ τοῦ ἥπατος