1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

59

οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν σοφίαν τοῦ τὰ πάντα τεκτηναμένου θεοῦ. ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς. τουτέστιν· πάντοθεν τῷ καρπῷ βρίθων. ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου. ὁρᾷς, ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖξαι τοῦ θεοῦ; 29,6a ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, 6b τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. ὁρᾷς, ὅτι οὐδαμοῦ πλούτου μέμνηται ἀδίκου οὐδὲ περιττοῦ, ἀλλὰ τοῦ χρησίμου καὶ λόγον ἔχοντος; 29,7a ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, 7b ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. τὴν παρρησίαν λέγει καὶ τὴν ἀξίαν τὴν προτέραν, εἶτα τὴν δόξαν. 29,8a ἰδόντες δέ με νεανίσκοι ἐκρύβησαν, 8b πρεσβῦται δὲ πάντες ἐπανέστησαν, 29,9a ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες 9b δάκτυλον θέντες ἐπὶ στόματι αὐτῶν. ἐμοὶ δοκεῖ καὶ τούτους πλήττειν καὶ αἰνίττεσθαι ἅτε ἐπεμβαίνοντας αὐτῷ, ὅτι «πρὸ τούτου φοβερὸς ἤμην», φησίν, «καὶ ἐπίδοξος.» 29,10a οἱ δὲ ἀκούσαντες περὶ ἐμοῦ ἐμακάρισάν με 10b καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη, 29,11a ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, 11b ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν. 29,12a διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, 12b καὶ ὀρφανῷ, ᾧ οὐχ ὑπῆρχε βοηθός, ἐβοήθησα. 151 τίνος ἕνεκεν ἐμακάριζον αὐτόν; λέγει αὐτοῦ τὰ κατορθώματα· διέσωσα γάρ, φησίν, πτωχὸν ἐκ χειρὸς δυνάστου. ἀλλὰ πρῶτον ἀναθεὶς τῷ θεῷ τὴν ἐπισκοπὴν καὶ τὴν φυλακὴν αὐτοῦ, τότε καυχᾶται ἐν κυρίῳ. 29,13a εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι, 13b στόμα δὲ χήρας εὐλόγησέ με. 29,14a δικαιοσύνην δὲ ἐνεδεδύκειν, 14b ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. 29,15a ὀφθαλμὸς ἤμην τυφλῶν, 15b ποὺς δὲ χωλῶν· 29,16a ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. 16b δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. 29,17a συνέτριψα μύλας ἀδίκων, 17b ἐκ δὲ μέσου ὀδόντων ἅρπαγμα ἐξήρπασα. 29,18a εἶπον· ἡλικία μου γηράσει 18b ὥσπερ στέλεχος φοίνικος, πολὺν δὲ χρόνον βιώσω. «οὐκ ἐπειδὴ ταύτῃ τῇ ἐλπίδι ἐποίουν, ἀλλ' ὅτι προσεδόκων ἐκ τούτου γῆρας μακρὸν ἀπὸ συνειδότος καλοῦ καὶ χρηστῶν ἐλπίδων.» διέσωσα γάρ, φησίν, πτωχὸν ἐκ χειρὸς δυνάστου. ὅρα αὐτὸν οὐκ ἐπὶ τῇ τῶν κακῶν ἀποχῇ μέγα φρονοῦντα, οὐκ ἐπὶ ταῖς θυσίαις καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ' ἐπὶ τούτῳ, ᾧ βούλεται ὁ θεός· κρίνατε, φησίν, ὀρφανῷ καὶ δικαιώσατε χήραν· ὅρα αὐτὸν οὐκ ἐπαιρόμενον, ἀλλὰ τῇ δυνάμει πρὸς τὸ δέον χρώμενον λιμένα κοινὸν ὄντα καὶ καταφυγὴν τῶν ἐν ἀνάγκῃ. κοινὸς πατὴρ καὶ προστάτης ἦν· οὐ πρὸς ἀδικίαν ἐκέχρητο τῷ πλούτῳ, οὐ πρὸς ἀλαζονείαν τῇ δόξῃ, οὐ πρὸς κακουργίαν τῇ σοφίᾳ, ἀλλ' ὥστε ἀπαλλάττειν τῶν κατεχόντων δεινῶν τοὺς ἁλισκομένους. καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα. ὅρα αὐτὸν καὶ αὐτὰ μεθ' ὑποστολῆς λέγοντα. στόμα δέ, φησίν, χήρας εὐλόγησέ με. ἴστε δέ, ὅτι ἀχάριστόν πως 152 τὸ γένος ἐστίν, οὐ παρὰ τὴν οἰκείαν φύσιν οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας, καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα. κάμινος γὰρ πτωχείας ἐστίν. δικαιοσύνην δέ, φησίν, ἐνεδεδύκειν. εἰσὶ γάρ, οἳ ἑτέρων μὲν προΐστανται, αὐτοὶ δὲ ἀδικοῦσι πολλάκις· ἀλλ' οὗτος οὐχ οὕτως. οὕτω διηνεκῶς ἦν ἐν τῷ δικαίῳ βίῳ, ὥστε καὶ περὶ θεοῦ ὅταν ἀκούσῃς, ὅτι ἱμάτιον ἔχει δικαιοσύνης, μὴ νομίσῃς ἱμάτια περὶ τὴν ἀσώματον φύσιν· οὐδὲ γὰρ οὗτος ταῦτα εἶχε τὰ ἱμάτια. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. «οὕτως ἐνεκαλλωπιζόμην, καίτοι ἕτεροι τὸ πρᾶγμα δυσκολαίνουσιν, ἀγανακτοῦσιν, φορτικὸν εἶναι καὶ βαρὺ νομίζουσιν· ἀλλ' οὐκ ἐγώ», φησίν, «ἀλλ' ὥσπερ ἂν εἴ τις ἐπὶ διπλοΐδι καλλωπίζοιτο, οὕτω καὶ ἐγὼ διηνεκῶς, οὐχὶ σήμερον μέν, αὔριον δὲ οὐκέτι, ἀλλ' ὥσπερ ἀνάγκη τὰ ἱμάτια διὰ παντὸς ἔχειν, οὕτω καὶ τὰ πράγματα.» καίτοι τίς αὐτὸν κατέστησε δικαστήν; αὐτοχειροτόνητος κριτὴς παρὰ τῆς ἀρετῆς γέγονεν αὐτῆς καθάπερ Μωυσῆς. τοιούτους εἶναι ἐχρῆν τοὺς ἀνθρώπους· ἀλλ' ἐπειδὴ ἐγκατέλιπον τὴν ἀρετήν, ἔταξεν ὁ θεὸς ἐξουσίας. ὁρᾷς ἐν τῇ φύσει τὸ πρᾶγμα κείμενον, τὸ προστατικὸν λέγω; ἐπεὶ ποῖος, εἰπέ μοι, νόμος τοῦτον ἐπαίδευσεν; τίς κατηνάγκασεν; τίς τὴν ψῆφον ἔδωκεν; τίς ἐπὶ τὸν θρόνον ἀνεβίβασεν; ὀφθαλμὸς ἤμην, φησίν, τυφλῶν, ποὺς δὲ χωλῶν. οὐκ εἶπεν· «ἐπεκούφισα τὴν συμφοράν» οὐδὲ «τῆς πηρώσεως τὴν αἴσθησιν ἀνῄρουν»,