1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

59

ἠσθένησε παραπλήσιον θανάτου, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ. Ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι. Τί οὖν; ἀπόλλυσθαι ἐχρῆν; Οὐδαμῶς. Τίνος οὖν ἕνεκεν τότε τοῦτο ἐπέταξε; Τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι, ὅτι καὶ μετὰ ταῦτα ἐδύνατο οὕτω ποιῆσαι, ἀλλ' οὐκ ἐποίησε. Τίνος οὖν ἕνεκεν οὐκ ἐποίησε; Πολλῷ τῶν Ἰσραηλιτῶν ἦσαν οὗτοι θαυμασιώτεροι, ὧν τὰ ὑποδήματα οὐ κατετρίβετο, οὐδὲ τὰ ἱμάτια, καὶ ταῦτα ἐκείνην τὴν ἔρημον διοδευόντων, ἔνθα θερμοτέρα ἐπιπίπτουσα ἡ ἀκτὶς ἡ ἡλιακὴ καὶ λίθους αὐτοὺς καταφρύγειν δύναται. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησε; ∆ιὰ σέ. Ἐπειδὴ γὰρ οὐκ ἔμελλες ὑγιαίνειν, ἀλλὰ τραυματίζεσθαι, τῶν φαρμάκων σοι τὴν ὑπόθεσιν παρέσχε· καὶ τοῦτο δῆλον ἐκεῖθεν. Εἰπὲ γάρ μοι, οὐκ ἠδύνατο αὐτὸς αὐτοὺς θρέψαι; εἰ σοὶ τῷ προσκεκρουκότι ἔδωκεν, οὐ πολλῷ μᾶλλον Παύλῳ ἂν ἔδωκεν; ὁ τοῖς Ἰσραηλίταις διδοὺς τοῖς γογγυσταῖς, τοῖς πόρνοις, τοῖς εἰδωλολάτραις, οὐ πολλῷ μᾶλλον ἂν Πέτρῳ τῷ καταλείψαντι ἅπαντα δι' αὐτὸν ἀφῆκεν; ὁ μιαροὺς ἀφεὶς ἔχειν ἄνδρας, οὐ πολλῷ μᾶλλον ἂν Ἰωάννῃ ἐχαρίσατο, τῷ καὶ τὸν πατέρα δι' αὐτὸν καταλείποντι; Ἀλλ' οὐκ ἠθέλησεν· ἀλλὰ διὰ σοῦ αὐτοὺς τρέφει, ἵνα σὺ ἁγιασθῇς. Καὶ θέα μοι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας. Εἵλετο τοὺς αὑτοῦ μαθητὰς ἐλαττωθῆναι, ἵνα σὺ μικρὸν ἀναπνεύσῃς. Ἀλλ' εἰ ἐποίησεν αὐτοὺς ἀνενδεεῖς, φησὶ, πολλῷ θαυμαστότεροι ἂν ἦσαν, πολλῷ ἐπιδοξότεροι. Ἀλλὰ σοῦ ἡ σωτηρία ἐξεκέκοπτο. Οὐχ εἵλετο τοίνυν ἐκείνους γενέσθαι θαυμαστοὺς, ἀλλ' ἐλαττοῦσθαι μᾶλλον, ἵνα σὺ σωθῇς· καὶ ἐλαττωθῆναι ἐκείνους συνεχώρησεν, ἵνα σὺ δυνηθῇς σωθῆναι. Οὐ γὰρ 62.255 ὁμοίως αἰδέσιμός ἐστι διδάσκαλος λαμβάνων, ἀλλ' ἐκεῖνος μάλιστα τιμᾶται ὁ μὴ λαμβάνων· ἀλλ' ὁ μαθητὴς οὐκ ὠφελεῖται, ἀλλὰ τὸν καρπὸν ἐγκόπτεται. Ὁρᾷς τὴν σοφίαν τοῦ φιλανθρώπου Θεοῦ; Ὥσπερ γὰρ αὐτὸς οὐχὶ τὴν ἰδίαν δόξαν ἐζήτησεν, οὐδὲ τὸ ἑαυτοῦ ἐσκόπησεν, ἀλλὰ ἐν δόξῃ ὢν εἵλετο ἀτιμασθῆναι διὰ σὲ, οὕτω καὶ ἐπὶ τῶν διδασκάλων· δυνάμενος αὐτοὺς ποιῆσαι αἰδεσίμους, εἵλετο εἶναι εὐκαταφρονήτους διὰ σὲ, ἵνα σὺ ἔχῃς κερδαίνειν, ἵνα σὺ ἔχῃς πλουτεῖν. Ἵνα γὰρ σὺ εὐπορῇς ἐν τοῖς πνευματικοῖς, διὰ τοῦτο ἐκεῖνος ἀπορεῖ ἐν τοῖς βιωτικοῖς. Ὅτι τοίνυν ἐδύνατο ποιῆσαι αὐτοὺς ἀνενδεεῖς, ἔδειξε διὰ πολλῶν· ὅτι δὲ διὰ σὲ ἀφίησιν αὐτοὺς ἐν ἐνδείᾳ εἶναι, καὶ τοῦτο δείκνυται ὁμοίως. Ταῦτα οὖν εἰδότες, μὴ πρὸς κατηγορίας, ἀλλὰ πρὸς εὐποιίας τραπῶμεν· μὴ τὰ ἑτέρων κακὰ περιεργαζώμεθα, ἀλλὰ τὰ ἡμέτερα αὐτῶν ἀναλογιζώμεθα· τὰ ἑτέρων κατορθώματα ἐννοῶμεν, τὰ δὲ ἡμέτερα ἁμαρτήματα ἀναλογιζώμεθα· καὶ οὕτως εὐαρεστήσομεν τῷ Θεῷ. Ὁ μὲν γὰρ 62.256 τὰ ἑτέρων ἁμαρτήματα ὁρῶν, καὶ τὰ αὑτοῦ κατορθώματα, διπλῇ βλάπτεται· ἀπό τε γὰρ τούτων εἰς ἀπόνοιαν αἴρεται, ἀπό τε ἐκείνων εἰς ῥᾳθυμίαν ἐμπίπτει. Ὅταν γὰρ ἐννοήσῃ, ὅτι ὁ δεῖνα ἥμαρτεν, εὐκόλως ἁμαρτήσει καὶ αὐτός· ὅταν ἐννοήσῃ, ὅτι αὐτὸς κατώρθωσεν, εὐκόλως ἀπονοεῖται. Ὁ δὲ τὰ μὲν αὐτοῦ κατορθώματα λήθῃ παραδιδοὺς, τὰ δὲ ἁμαρτήματα βλέπων μόνα, καὶ τὰ ἑτέρων ἁμαρτήματα μὴ περιεργαζόμενος, ἀλλὰ τὰ κατορθώματα, πολλὰ κερδανεῖ. Πῶς, ἄκουε· Ὅταν ἴδῃ, ὅτι ὁ δεῖνα κατώρθωσε, πρὸς τὸν ἴσον αἴρεται ζῆλον· ὅταν ἴδῃ, ὅτι αὐτὸς ἥμαρτε, ταπεινοφρονήσει καὶ μετριάσει. Ἂν οὕτω ποιῶμεν, καὶ οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, δυνησόμεθα τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ. Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν