1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

59

ἐκπορεύε ται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντο 179 κράτορος. ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ. καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Μαγεδδών. ὁ μὲν ἕκτος ἄγγελος βατὸν ἐποίησε τὸν Εὐφράτην ποταμόν, τινὰς ἴσως αὐτοῦ πηγὰς ἀποξηράνας ὡς εὐμαρῆ γενέσθαι τὴν δι' αὐτοῦ πάροδον τοῖς βασιλεῦσιν. ἐνεργείᾳ δὲ διαβολικῇ καὶ συγχωρήσει Θεοῦ πλεῖστοι συνήχθησαν βασιλεῖς εἰς τὸν καθ' ἑαυτῶν πόλεμον· καὶ πολέμους γὰρ συμβήσεσθαι ἀμφὶ τὴν συντελείαν ὁ Κύριος εἴρηκεν ἐν τῇ μικρῷ πρόσθεν παρατεθείσῃ μαρτυρίᾳ. καὶ εἶδόν φησιν ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου. δράκοντα μὲν τὸν ἀρχέκακον καλεῖ ∆ιάβολον, ψευδοπροφήτην δὲ ἢ ἕτερόν τινα ἐνεργείᾳ τοῦ ∆ιαβόλου προφητεύοντα δῆθεν ἢ τὸν ἀντίχριστον. εἰ δέ γε ὅλως τὸν ἀντίχριστον λέγει, ὃν ἐν μὲν τοῖς φθάσασιν εἰσήγαγε τῷ πνεύματι τοῦ Κυρίου ἀνηρημένον, νῦν δὲ ὡς ἔτι ζῶντα διὰ τοῦ στόματος δαιμόνια ἐξοχετεύει, μὴ θαυμάσῃς ὁ ἐντευξόμενος· θεωρία γάρ ἐστιν τὰ ὁρώμενα καὶ τὰ πρῶτα πολλάκις ὕστερα καὶ ἔμπαλιν τὰ ὕστερα πρῶτα δείκνυται τῷ εὐαγγελιστῇ, καί φησιν εἶδον πνεύματα τρία ὡς βατράχους. εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς. βατράχοις παρείκασται τὰ δαιμόνια διὰ τὸ χαίρειν τῷ βορβορώδει τῶν ἀνθρώπων βίῳ καὶ ἰλυώδει. ἀλλὰ καὶ ἡ δίυγρος καὶ ἀνειμένη μᾶλλον αὐτοὺς ἤδη ζωὴ τῶν ἁμαρτωλῶν ἤπερ ὁ καρτερικὸς καὶ 180 κατεσκληρὸς βίος τῶν δικαιῶν, ὡς φθονεροὺς λίαν καὶ χαίροντας τῇ ἀπωλείᾳ τῶν ζώντων. εἶδος δὲ θαυματοποιΐας τῶν δαιμόνων, τὸ τοὺς βασιλεῖς κατ' ἀλλήλων συναγαγεῖν πόλεμον ἐν τῷ τῆς συντελείας καιρῷ μεγάλην δέ φησι τὴν ἡμέραν, ἤγουν τὸν καιρὸν ἐκεῖνον· καὶ γάρ ἐστιν ἀληθῶς μεγάλη καὶ φοβερὰ οὕτως ὀνομαζομένη καὶ παρὰ τοῦ Ἰωὴλ λέγοντος πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. ἰδοὺ ἔρχομαι ὡς κλέπτης φησὶν ὁ Κύριος. ὡς κλέπτης λέγει διὰ τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον τῆς ἐλεύσεως αὐτοῦ τῆς δευτέρας. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ ἵνα μὴ γυμνὸς περιπατῇ· ἐπέμεινε τῇ τοῦ κλέπτου τροπῇ· διὸ φυλακὴν εἶπε δεῖν γίνεσθαι τῶν ἱματίων ὅπως μὴ ἀπόλωνται, ἱμάτια λέγων ἢ τὸν ἐνάρετον καὶ εὐσχήμονα βίον, δι' οὗ τῆς τοῦ Θεοῦ σκέπης ἀξιούμεθα, ἤγουν τὸ σῶμα ἵνα ἁγνὸν εἴη καὶ καθαρόν. ὁ γὰρ μὴ φυλάξας ἀσχημονήσει ἔμπροσθεν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων τοῦ θείου θρόνου, διωκόμενος ἐν τῇ τότε κρίσει καὶ γυμνὸς θείας ἐπικουρίας καταλιμπανόμενος. καὶ συνήγαγόν φησι τοὺς βασιλεῖς τῆς γῆς οἱ δαίμονες εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Μαγεδδών. διακοπὴ ἤτοι διακοπτομένη ἑρμηνεύεται· ἀπὸ τοίνυν τῆς μελλούσης τῶν ἐν αὐτῷ συνειλεγμένων κοπῆς καὶ σφαγῆς τὸν τοῦ πολέμου τόπον Μαγεδδὼν προσηγόρευσε. καὶ ὁ ἕβδομος ἐξέχεεν αὐτοῦ τὴν φιάλην εἰς τὸν ἀέρα, καὶ ἐξῆλθε φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα γέγονε· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ 181 σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ' οὗ ἄνθρωποι ἐγέ νοντο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτως μέγας, καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη ... ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ Θεοῦ μου τῆς ὀργῆς αὐτοῦ· καὶ πᾶσα νῆσος ἔφυγε καὶ ὄρη οὐχ ηὑρέθησαν. καὶ χάλαζα μεγάλη ὡς ταλαντιαῖα καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα. ἐν τῷ ἀέρι μὲν ἐξέχεε τὴν φιάλην· ἡ δὲ φωνὴ ἔφη γέγονε. τί γέγονε; τὸ πρόσταγμα, τουτέστιν τοῦ Θεοῦ καὶ ἡ βουλή. οὗ λεχθέντος, γέγονεν ἐκ τοῦ ἀέρος, ἀστραπαὶ καὶ φωναί· ἀστραπαὶ μὲν ἐκ τῶν μετεώρων, φωναὶ δὲ τῶν ἐπὶ τῆς γῆς ἐκ τοῦ δέους τῶν ἀστραπῶν. καὶ βρονταὶ καὶ σεισμός. ἢ σεισμόν φησι τὸν κλόνον τῆς γῆς, ἐπεὶ καὶ τοῦτο ἐν τοῖς σημείοις τοῦ τέλους περιέχεται, ἢ σεισμὸν λέγει τὴν μεταποίησιν τῶν