1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

59

Συβαριτικὴν, καὶ τἄλλα ὅσα οἱ τὸν ὑγρὸν, καὶ ἀνείμενον, καὶ ἁβροδίαιτον ἐπι τηδεύουσι βίον. Ταῦτα δὲ πάντα τῶν εὖ φρονούντων ἕκαστος, οὐ μόνον οὐκ εὐδαιμονίαν, ἀλλὰ καὶ κακο δαιμονίαν ἐσχάτην, καὶ δυσπραξίαν εἴωθεν ὀνομάζειν. Οὐδὲ γὰρ διὰ τοῦτο δέδωκε τοῖς ἀνθρώποις τὸν πλοῦ τον ὁ τῶν ὅλων Πρύτανις, ἵν' εἰς ἀκολασίαν αὐτὸν δαπανήσωσι, καὶ πονηρίας ἐφόδιον γένηται· ἀλλ' ὅπως αὐτὸν εὖ καὶ καλῶς οἰκονομήσαντες, καὶ αὐτοί τε ὧν δεῖ μεταλαβόντες, καὶ τοῖς δεομένοις τῶν περιττῶν μεταδιδόντες, σωφροσύνης αὐτὸν καὶ δι καιοσύνης ἀποφήνωσιν ὕλην. Οὐ μόνον δὲ αὐτὸς ὁ τῶν ὅλων Θεὸς οὕτω ταῦτα διέταξε, καὶ οἱ θεῖοι ἄν δρες, ἑπόμενοι τῷ ∆εσπότῃ, τοὺς κειμένους στέργου σιν ὅρους, ἀλλὰ καὶ ὑμεῖς, οἱ τὴν ἐσχάτην ἀχαριστίαν νενοσηκότες, τῶν κακῶς οὕτω τῷ πλούτῳ κεχρημέ νων κατηγορεῖν εἰώθατε· μᾶλλον δὲ τούτους μὲν ἀξιοῦτε συγγνώμης, τὸν δὲ τῶν ὅλων Πρύτανιν βλασφημεῖτε, ὡς πονηροῖς ἀνθρώποις τοῦ πλούτου δεδωκότα τὴν ἐξουσίαν. Οὐκοῦν καὶ ὑμῖν αὐτοῖς συν δοκεῖ, μὴ τὴν τοιαύτην χλιδὴν εὐπραξίαν ὁρίζεσθαι, ἀλλὰ τὸν δίκαιον καὶ σώφρονα βίον ἐπαίνων ἄξιον εἶναι, καὶ εὐφημίας τῆς ἀνωτάτω, καὶ εἴτ' ἐν πενίᾳ, εἴτ' ἐν περιουσίᾳ φανείη τῶν ἴσων στεφάνων ἀξιοῦν. Ἡγοῦμαι δὲ, ὅτι τοὺς ἐν πενίᾳ τῆς ἀρετῆς ἐπιμε λουμένους, ὡς μείζονα καρτερίαν ἐπιδεικνυμένους, διπλοῖς στεφάνοις καὶ ὑμεῖς ταινιώσετε. Ἀλλ' οὐ τοῦτον ἔχουσιν οἱ τὸν Θεὸν θεραπεύειν ἐσπουδακότες μισθὸν, οὐδ' εἰς ταύτην ὁρῶσι τὴν ἀντίδοσιν οἱ περὶ τοὺς θείους νόμους ἐσπουδακότες. Εἶδε γὰρ πολλοὺς πολλάκις καὶ λωβᾶσθαι τῶν ἀνθρώπων ὁ ἔπαινος. Χαυνοῖ γὰρ τὴν προθυμίαν, καὶ τῷ δρόμῳ λυμαίνε ται· καὶ ἡγούμενός τις αὐτὸ κατειληφέναι τοῦ δρόμου τὸ τέρμα, τοῦτο γὰρ ὁ ἔπαινος ὑπαινίττεται, παύεται τοῦ τρέχειν, καὶ τὴν νίκην ἀπόλλυσι. Τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου παραδηλῶν, ἔλεγε· «Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράττουσιν.» 83.721 ∆ιαλύουσι γὰρ τοῖς ἐπαίνοις τῆς προθυμίας τὸ σύν τονον, καὶ καταλαβεῖν οὐκ ἐῶσι τὴν νύσσαν. Οὕτως ὁ μακάριος ἔτρεχε Παῦλος, οὔτε τοῖς ἐπαινοῦσιν, οὔτε τοῖς βλασφημοῦσι προσέχων, ἀλλὰ τῶν ὄπισθεν μὲν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινό μενος καὶ κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βρα βεῖον τῆς ἄνω κλήσεως. Οὐ τοίνυν μισθὸν ὁρίζονται τῶν πόνων τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον τῶν θείων νόμων οἱ φύλακες, ἀλλὰ τὰς θείας ἀναμένου σιν ὑποσχέσεις, τὸν τῶν ἄθλων ἀγωνοθέτην προσμέ νοντες, τοὺς ἀκηράτους ἀναμένουσι στεφάνους, τὰ θεόσδοτα καραδοκοῦσι βραβεῖα, τοῦ δικαίου κριτοῦ τὴν ψῆφον προσδέχονται, τὴν τῶν σωμάτων ἀνάστα σιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν μετ' ἀγγέλων χορείαν, καὶ πρὸ τούτων ἁπάντων, τὸ διηνεκῶς αὐτὸν ὁρᾷν τὸν ἐρώμενον, δι' ὃν τοῦ βίου τὸ πέλαγος διαπερῶντες, τῶν τῆς πονηρίας ὑπερέπλευσαν κυμά των, καὶ μετὰ πολλῶν διανηχόμενοι πόνων, οὐκ ἠθέ λησαν ὑποβρύχιοι γενέσθαι, ἀλλὰ τὴν τῶν λιμένων ἐπιθυμίαν τοῖς πόνοις συζεύξαντες, ὑπεστήριξαν τὴν ἀσθένειαν. Λιμένα δὲ ἔχουσιν οἱ τῆς ἀρετῆς εἰς ἄκρον ἐληλακότες, οὐ ζωὴν, οὐκ ἀνάστασιν, οὐκ ἄλλο τι τῶν ἀγαστῶν, ἀλλ' αὐτὸν τὸν ποθούμενον, δι' ὃν τρυφὴν ἡγοῦνται τὴν κακουχίαν, καὶ ὕπνον ἥδιστον τὴν ἐπίπονον ἐργασίαν, καὶ τὴν ἐν ἐρήμοις διατριβὴν τῆς ἐν πόλεσι θυμηρεστέραν, καὶ τὴν ἐν πενίᾳ ζωὴν, τῆς μετὰ πλούτου λαμπροτέραν, καὶ τὴν πικρὰν δουλείαν, πάσης τυραννίδος ἡδίω. Τοῦτον οἱ τῆς ἀρετῆς ἐργάται προσμένουσι τὸν μισθόν. «Ἔστι γὰρ κληρονομία τοῖς θεραπεύουσι τὸν Κύριον,» ὡς ὁ προφήτης Ἡσαΐας βοᾷ. Μαρτυρεῖ δὲ καὶ ὁ μα κάριος ∆αβὶδ, εὐχαριστήριον ὕμνον ὑφαίνων τῷ δοτῆρι τῶν ἀγαθῶν, καὶ λέγων· «Ἔδωκας κληρονο μίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε.» Ὁπόσα δὲ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς Εὐ αγγελίοις τοιαῦτα διεξέρχεται· «Μακάριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν