1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

60

Μακάριος γὰρ, φησὶν, 31.1277 ὁ δοῦλος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ, εὑρήσει ποιοῦντα οὕτως.

ΕΡΩΤΗΣΙΣ ΣΟΖʹ. Ποῖόν ἐστι τὸ ταμιεῖον, εἰς ὃ εἰσελθεῖν τὸν προσ ευχόμενον προστάσσει ὁ Κύριος; ΑΠΟΚΡΙΣΙΣ. Ταμιεῖον μὲν ἡ συνήθεια ὀνομάζειν οἶδεν οἶκον σχο λάζοντα καὶ ἀνακεχωρημένον, ἐν ᾧ ἀποτιθέμεθα ἅπερ ἂν ταμιεύσασθαι βουληθῶμεν· ἢ ἐν ᾧ κρυβῆ ναι δυνατὸν, κατὰ τὸ καὶ ἐν τῷ προφήτῃ εἰρημένον· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀποκρύβηθι. Τὴν δὲ δύναμιν τῆς ἐντολῆς ἡ ὑπόθε σις σαφηνίζει· πρὸς γὰρ τοὺς νοσοῦντας τὸ πάθος τῆς ἀνθρωπαρεσκείας ὁ λόγος ἐστίν. Ὥστε ἐὰν μέν τις ὑπὸ τοῦ πάθους ἐκείνου παρενοχλῆται, καλῶς ποιεῖ, ὑπαναχωρῶν ἐν τῇ προσευχῇ καὶ μονούμενος, μέχρις ἂν δυνηθῇ ἀναλαβεῖν τὴν ἕξιν τοῦ μὴ περιβλέ πεσθαι εἰς τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους, εἰς μόνον δὲ τὸν Θεὸν ἀποβλέπειν, κατὰ τὸν εἰπόντα· Ἰδοὺ, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυ ρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Ἐὰν δέ τις Θεοῦ χάριτι καθαρεύῃ τοῦ πάθους ἐκείνου, οὐκ ἔχει ἀνάγκην κρύ πτειν τὸ καλόν. Ὅπερ διδάσκων αὐτὸς ὁ Κύριος, λέ γει· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐ τὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁ δὲ αὐτὸς νοῦς καὶ ἐπὶ τῆς ἐλεημοσύνης καὶ ἐπὶ τῆς νηστείας, ἅπερ ἐν τῷ αὐτῷ τόπῳ κεῖται· καὶ καθόλου ἐπὶ παν τὸς πράγματος τῆς θεοσεβείας.

ΕΡΩΤΗΣΙΣ ΣΟΗʹ. Πῶς τὸ πνεῦμά τινος προσεύχεται, ὁ δὲ νοῦς αὐ τοῦ ἄκαρπός ἐστιν; ΑΠΟΚΡΙΣΙΣ Τοῦτο περὶ τῶν ἐν γλώσσῃ ἀγνοουμένῃ τοῖς ἀκούουσι τὰς προσευχὰς ἀναπεμπόντων ἐῤῥήθη. Φησὶ γάρ· Ἐὰν προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. Ὅταν μὲν γὰρ ἄγνωστα ᾖ τοῖς παροῦσι τὰ ῥήματα τῆς προσευχῆς, ἄκαρπός ἐστιν ὁ νοῦς τοῦ προσευχομέ νου, μηδενὸς ὠφελουμένου· ὅταν δὲ οἱ παρόντες νοῶσι τὴν προσευχὴν ὠφελεῖν δυναμένην τοὺς ἀκούοντας, τότε ὁ προσευχόμενος καρπὸν ἔχει τὴν τῶν ὠφελου μένων βελτίωσιν. Ὁμοίως δὲ καὶ ἐπὶ πάσης ἐκφω νήσεως τῶν τοῦ Θεοῦ ῥημάτων. Γέγραπται γάρ· Ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως. 31.1280

ΕΡΩΤΗΣΙΣ ΣΟΘʹ Τί ἐστι τὸ, «Ψάλατε συνετῶς;» ΑΠΟΚΡΙΣΙΣ. Ὅπερ ἐστὶν ἐπὶ τῶν βρωμάτων ἡ αἴσθησις τῆς ποιότητος ἑκάστου βρώματος, τοῦτό ἐστιν ἐπὶ τῶν ῥημάτων τῆς ἁγίας Γραφῆς ἡ σύνεσις. Λάρυγξ μὲν γὰρ, φησὶ, σῖτα γεύεται, νοῦς δὲ ῥήματα δια κρίνει. Ἐὰν οὖν τις οὕτω συνδιατεθῇ τὴν ψυχὴν τῇ δυνάμει ἑκάστου ῥήματος, ὡς συνδιατίθεται τὴν γεῦσιν τῇ ποιότητι ἑκάστου βρώματος, ὁ τοιοῦτος ἐπλήρωσε τὴν ἐντολὴν τὴν λέγουσαν· Ψάλατε συ ετῶς.

ΕΡΩΤΗΣΙΣ ΣΠʹ Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ; ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἀθετήσει ἐντολῆς Θεοῦ, ἢ ἐλλείψει, ἢ ἀμελείᾳ.

ΕΡΩΤΗΣΙΣ ΣΠΑʹ. Τὴν μὴ θέλουσαν ψάλαι, εἰ χρὴ ἀναγκά ζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὴ ἐπιθυμητικῶς ἔρχεται ἐπὶ τὸ ψάλλειν, καὶ εἰ μὴ ἐπιφαίνεται αὐτῇ ἡ διάθεσις τοῦ εἰπόντος· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου· καὶ εἰ μὴ ζημίαν μεγάλην ἡγεῖ ται τὴν ἀργίαν, ἢ διορθωσάσθω, ἢ ἐξαρθήτω, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ

ΕΡΩΤΗΣΙΣ ΣΠΒʹ. Τίνες εἰσὶν οἱ λέγοντες, «Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν,» καὶ ἀκούοντες, «Οὐκ οἶδα ὑμᾶς;» ΑΠΟΚΡΙΣΙΣ. Τάχα ἐκεῖνοι, οὓς ὑπέγραψεν ὁ Ἀπόστολος ἐπὶ τοῦ ἰδίου προσώπου, εἰπών· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ, καὶ τῶν ἀγγέλων, καὶ τὰ ἑξῆς. Καὶ ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν, καὶ πᾶσαν τὴν πίστιν· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου· καὶ ἐὰν παραδῶ τὸ