1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

60

εἰσακούονται τὰ τοιαῦτα ῥητὰ ὅτι· "κρισσαί εἰσιν αἷς ὑπόκειμαι. ἔξω τούτων με ποίησον, λῦσον τὴν εἱμαρμένην". οὐχ οὕτως ἐκλαμβάνομεν τὸ ῥητόν, ἀλλὰ τὰς ἀποδείξεις ἀνάγκας λέγει. τοῦτο δὲ καὶ ἐν τῷ Ἰὼβ φέρεται· "ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐδὲν ἅψεταί σου κακόν". ὃ λέγει, τοιοῦτόν ἐστιν· ὁ κόσμος ἐν ἓξ ἡμέραις γέγονεν. ὁ μὴ ὑπερβαίνων αὐτὸν ὑπὸ ἕξ ἐστιν ἀνάγκας. τέλειος δέ ἐστιν ὁ ἀριθμὸς οὗτος. ὃ λέγει, τοιοῦτόν ἐστιν· ὁ περιεχόμενος τοῦ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ οὕτω ζῶν ὑπὸ τελείαν ἐστὶν ἀνάγκην. ὅταν δὲ ὑπερπαίσῃ τὸν κόσμον καὶ ὑπεραναβῇ αὐτόν, ἐν τῷ ἑβδόμῳ σαββατίζει ἀπὸ τῶν ἔργων τοῦ κόσμου. καὶ ἐν τῇ ἑβδόμῃ τῇ ἡγιασμένῃ καὶ καθαρᾷ καὶ ἀπολειπομένῃ "τῷ τοῦ θεοῦ λαῷ" γινόμενος ἄψαυστός ἐστιν. τὸ ψαῦσαι δὲ τοῦτο κακὸν σημαίνει τὸ πλησιάσαι αὐτῷ καὶ ἐνεργῆσαι αὐτό. ἐὰν γοῦν λέγῃ ὅτι· "καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι", οὐ τοῦτο σημαίνει ὅτι ἁφῇ ἐπιβαλεῖν σώματι γυναικὸς κακόν ἐστιν. "ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με". ἐπειδὴ δὲ τῇ ὑμῶν κρίσει δεδώκαμεν, θεώρει τὸ φαινόμενόν μοι· λέγω· "ἐξάγαγέ με ἐκ τῶν ἀναγκῶν μου", ἵνα μη89 κέτι κατηναγκασμένος ὢν τῇ ἁμαρτίᾳ εὔλυτος πρὸς ἀρετὴν γένωμαι. τότε δὲ ἐξάγεις με τούτων, εἰ ἄφεσιν ἁμαρτημάτων μοι δώσεις. δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· τὰς μελλούσας κολάσεις τὰς ἐπιπόνους καὶ θλιβηρὰς ἀνάγκας. "αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν". πολλάκις περὶ ἀνάγνωσιν διάφορον οὐκ ἀμφιβάλλομεν. νῦν δὲ ἀναγκαῖόν ἐστιν εἰδέναι ὅτι "ἐπλατύνθησαν" καὶ οὐκ "ἐπληθύνθησαν"· οὐκέτι γὰρ σπουδαῖός ἐστιν ὁ τῇ καρδίᾳ θλιβόμενος ἀλλὰ καὶ φαῦλος. οὐκ ἐπιτρέπει δὲ τά τε πρὸ τοῦ στίχου τούτου καὶ τὰ μετ' αὐτὸν φαῦλον ἐκλαβεῖν τὸν ταῦτα λέγοντα, τὸν ἔχοντα διὰ παντὸς τοὺς ὀφθαλμοὺς πρὸς τὸν κύριον. 18 ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. κάμνει ἐν τῷ κόσμῳ τούτῳ τυγχάνων ἀκμὴν ἐπηχθισμένος "τὸ σῶμα τῆς ταπεινώσεως". σὺν τούτῳ τῷ κακῷ συμβαίνει καὶ ταπεινοῦσθαι· πολλάκις γὰρ ἡ θλῖψις ταπείνωσις λέγεται κατὰ τό· "ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως". ὅτε εἰς τὸν τόπον τῆς κακώσεως ἐληλύθαμεν, ἐταπεινώθημεν. δυνατὸν δὲ καὶ εἰπεῖν ὅτι· ὅτε τοὺς ὀφθαλμοὺς ἔσχεν διὰ παντὸς πρὸς τὸν κύριον ὁρῶντας, τότε εἶδεν ἑαυτὸν ταπεινόν, κἂν δίκαιος ᾖ, ὡς ἔλεγον περὶ τοῦ Ἀβραάμ· οὐκ ἄλλοτε εἶδεν ἑαυτὸν "γῆν καὶ σποδόν", ἀλλὰ ὅτε "ἤρξατο λαλεῖν πρὸς κύριον". 19 ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. μῖσος ἄδικον μισεῖται ὁ διὰ μηδὲν ἄλλο μισούμενος ἢ ὅτι σπουδαῖός ἐστιν. οὕτω γοῦν ἐμισοῦντο οἱ τοῦ Ἰησοῦ μαθηταί. περὶ τούτων εὐχὴν ἀναπέμπειν διδάσκει· "εὔχεσθε περὶ τῶν μισούντων ὑμᾶς, ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς". οὐχ ἡμεῖς μισοῦμέν τινα· εἴρηται γάρ· "μὴ μισήσεις πάντα ἄνθρωπον, ἀγαπήσεις πάντα ἄνθρωπον". ἐκεῖνοι δὲ μισοῦσιν. οὐχ ἁμάρτημα δὲ ἡμῶν ἐστιν τὸ μισεῖσθαι ὑπό τινων, ἀλλὰ μᾶλλον ἀτύχημα, ὅτε ἡμεῖς πρόφασιν μίσους οὐ παρέχομεν. λέγει οὖν ὅτι· "ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με". οὐ δίκαιον μῖσος μισοῦσίν με. ἐμίσουν με ὡς ἄδικον, ὡς πλεονέκτην. ἐπειδὴ δὲ τούτων με οὐδὲν ἔχοντα μισοῦσιν, ἀδίκως με μισοῦσιν. πληθύνονται δὲ οἱ τοιοῦτοι· εἰ γὰρ διὰ ἀρετὴν μισεῖται ὁ δίκαιος, ἔχει πάσας τὰς ἀρετὰς κατὰ τὰ πολλάκις εἰρημένα περὶ τῆς ἀντακολουθίας τῶν ἀρετῶν. οἱ ἄδικοι μισοῦσιν τὸν δίκαιον, οἱ ἀκόλαστοι τὸν σώφρονα, οἱ ἀλαζόνες τὸν ταπεινόφρονα, καὶ ἁπαξαπλῶς οἱ ἐν κακίᾳ μισοῦσιν τὸν δίκαιον. ὁ δίκαιος οὖν εἷς ἐστιν, κἂν πάσας τὰς ἀρετὰς ἔχῃ· σχίζει γὰρ ἡ κακία τοὺς ἔχοντας· οὐ γὰρ δυνατὸν πάσας τὰς κακίας ἕνα ἔχειν. οὐ δύναται οὖν ὁ δειλὸς θρασὺς εἶναι, 90 ὁ δεισιδαίμων ἀσεβής, ὁ ῥᾳδιουργὸς ἄφρων. τρόπον τινὰ οὖν ἐμίσησεν ἡ Αἰγυπτία τὸν Ἰωσὴφ δεσμῶν καὶ φυλακῆς αὐτὸν ποιήσασα πειραθῆναι ὡς κακοῦργον. ἄδικον ἦν τοῦτο τὸ μῖσος. ἡ Ἰεζάβελ κατὰ τοῦ Ναβουθὲμ καὶ θάνατον