1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

60

ἀλλ' «ὀφθαλμὸς ἤμην· ἔβλεπον δι' ἐμοῦ, οὐκ ἐλάμβανον πεῖραν τῆς οἰκείας συμφορᾶς δι' ἐμέ, οὐκ ἐπεζήτουν τοὺς χειραγωγοῦντας, τοὺς ὁδηγοῦντας, πανταχοῦ τὸ σκότος αὐτοῖς 153 ἐποίουν φῶς.» καθάπερ καὶ ὀφθαλμοὺς ἔχοντες πολλοὶ σκότος ὁρῶσιν, οὕτω καὶ οὗτος τυφλοὺς ἐποίει βλέπειν. ὅρα σημεῖα ἀποστολικά· οὐκ ὀφθαλμοὺς ἀπεδίδου-οὔπω γὰρ αὕτη ἡ χάρις-, ἀλλὰ μενόντων πεπηρωμένων φῶς παρεῖχεν· οἱ δὲ νῦν καὶ τοὺς βλέποντας τυφλοὺς ποιοῦσιν. οὐκ εἶπεν· «διὰ τῶν οἰκετῶν ἐποίουν», ἀλλ' «ἐγὼ αὐτὸς τῆς φύσεως τὰ ἁμαρτήματα διώρθουν, οὐ τὰ παρὰ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τὰ παρ' αὐτῆς τῆς φύσεως.» ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. ὅρα, μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος οὐδὲ μεγαλοφρονῶν, ἀλλ' ἀναγκαζόμενος εἰπεῖν τοῦ θεοῦ τὴν πρόνοιαν καὶ ἐπὶ τίσιν ἀπήλαυεν αὐτοῦ καὶ ἐν τίσιν ἐστὶ νῦν. δίκην, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. ὁρᾷς τὴν προστασίαν; «οὐ μέχρι χρημάτων οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης. οὐδέν μοι διαφέροντος πράγματος ἐζήτουν καθάπερ τις ἄριστος θηρατής. οὐ γνωρίμους μόνον οὐ παρεπεμπόμην»-καθάπερ οἱ νῦν-»οὐδὲ τοὺς ὄντας διωθούμην, ἀλλ', εἰ καὶ μηδεὶς ἦν, καθάπερ ἔργον τοῦτο ἔχων καὶ καθάπερ τις θηρατὴς ἄριστος περιῄειν συνεχῶς περισκοπούμενος, μή πού τις ἀδικεῖται, μή πού τις καταδυναστεύεται.» ἐξιχνίασα, φησίν. καὶ ὅρα· «τὰς πάνυ λανθανούσας», φησίν, 154 «καὶ κεκρυμμένας καὶ δυσκολίαν ἐχούσας καὶ πρὸς τὸ εὑρεθῆναι καὶ πρὸς τὸ διαλυθῆναι.» καὶ συνέτριψα μύλας ἀδίκων. τὸ ἀποστολικὸν ἐκεῖνο· ὁ προϊστάμενος ἐν σπουδῇ. ἐκ μέσου δὲ ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. ὅρα τὴν δυσκολίαν τοῦ πράγματος· «καταποθὲν ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα». οὐ καθάπερ ἡμεῖς· «οὐ δύναται», φησίν, «ἀνήνυτόν ἐστιν.» συνέτριψα μύλας ἀδίκων. ὅρα ἐν ἑκατέρᾳ τῇ ἀρετῇ τὰ πρῶτα ἔχοντα, καὶ ἔνθα κολάζειν καὶ ἔνθα βοηθεῖν ἐχρῆν. τίνος δὲ ἕνεκεν; «συνέτριψα», φησίν, «τὰς μύλας τῶν ἀδίκων αὐτοῖς ἐκείνοις βοηθῶν καὶ ποιῶν ἀχρήστους λοιπὸν πρὸς ἑτέραν τοιαύτην πλεονεξίαν. καὶ τὸ δὴ θαυμαστόν· οὐδεμίαν ἀντὶ τούτων εἶχον ἀπέχθειαν, ἀλλὰ προσεδέχοντο», φησίν, «λαλοῦντός μου.» εἶτα λέγει· 29,19a ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, 19b καὶ δρόσος αὐλισθήσεται ἐπὶ τῷ θερισμῷ μου. 29,20a ἡ δόξα μου καινὴ μετ' ἐμοῦ, 20b καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται. 29,21a πρεσβύτεροι ἀκούσαντές μου προσεῖχον, 21b ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ, 29,22a ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, 22b καὶ περιχαρεῖς ἐγίνοντο, ὁπότε αὐτοῖς ἐλάλουν. 29,23a ὥσπερ γῆ διψῶσα προσδεχομένη ὑετὸν 23b οὕτως οὗτοι τὴν ἐμὴν λαλιὰν προσεδέχοντο. 29,24a εἰ ἐγέλων πρὸς αὐτούς, οὐκ ἐπίστευον. ὅρα, τί φησιν· οὐχ ὁ πλοῦτος αὐτὸν ἐπίφθονον ἐποίει, οὐ τὸ τῶν ἀδικουμένων προΐστασθαι, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν. 29,24b καὶ φῶς, φησίν, τοῦ προσώπου μου οὐ κατέπιπτεν. 29,25a ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων 25b καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, 25c 155 ὃν τρόπον συμπαθὴς παρακαλῶν.

30,1a νυνὶ δὲ κατεγέλασάν μου 1b ἐλάχιστοι. τίνα οὖν ἐστι τὰ παρόντα ἔναντι

τούτων; κατεγέλασάν μου, φησίν, ἐλάχιστοι. 30,1b νῦν νουθετοῦσί με ἐν μέρει, 1c ὧν ἐξουθένουν τοὺς πατέρας αὐτῶν, 1d οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων. οὐχ ὑπερόπτης ὢν οὐδὲ ἀλαζὼν ὥστε ἀνθρώπους κυσὶ παραβάλλειν, ἀλλὰ τοὺς πονηροὺς καὶ μιαροὺς αἰνίττεται. τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. ὅτι γάρ διὰ τοῦτό φησιν· 30,2a καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι; 2b ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια 30,3a ἐν ἐνδείᾳ καὶ ἐν λιμῷ ἀγῶνος, 3b οἱ φεύγοντες ἄνυδρον ἐχθές, 3c συνοχὴν καὶ ταλαιπωρίαν, 30,4a οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, 4b ὧν ἅλιμα ἦν τὰ σιτία, 4c ἄτιμοί τε καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, 4d οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου. 30,5 ἐπανέστησάν μοι κλέπται, 30,6 ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν. 30,7a ἀνὰ μέσον εὐήχων βοήσονται 7b ἢ