60
ἐννόησον πρὸς ἑαυτὸν, καὶ εἰπὲ, ὅτι οὗτος ὁ δίκαιος πώποτε μικρόν τι κακὸν ἐποίησε, καὶ ἀπολαμβάνει ὧδε, ἵνα μὴ ἐκεῖ κολασθῇ. Πάλιν, ἐὰν ἴδῃς ἁμαρτωλὸν ἁρπάζοντα, πλεονεκτοῦντα, μυρία ποιοῦντα κακὰ, κἂν εὐθυνῇ, ἐννόησον ὅτι ἐποίησέ ποτε ἀγαθόν τι, καὶ ἀπολαμβάνει ὧδε τὰ ἀγαθὰ, ἵνα μὴ ἐκεῖ ἀπαιτήσῃ τὸν μισθόν. Οὕτω κἂν δίκαιος ᾖ τις καὶ πάσχῃ δεινόν τι, διὰ τοῦτο ἀπολαμβάνει ὧδε, ἵνα ὧδε ἀπόθηται τὴν ἁμαρτίαν, καὶ ἀπέλθῃ ἐκεῖ καθαρός· κἂν ἁμαρτωλός τις ᾖ, γέμων κακῶν, καὶ μυρία ἀνίατα νοσῶν, ἁρπάζων, πλεονεκτῶν, διὰ τοῦτο ἀπολαύει ἐνταῦθα εὐημερίας, ἵνα μὴ ἐκεῖ ἀπαιτήσῃ μισθόν. Ἐπειδὴ οὖν συνέβαινε καὶ τὸν Λάζαρον ἔχειν τινὰ ἁμαρτήματα, καὶ τὸν πλούσιον ἔχειν τι ἀγαθὸν, διὰ τοῦτο ὁ Ἀβραὰμ λέγει· Ὧδε μηδὲν ζήτει· ἀπέλαβες τὰ ἀγαθά σου ἐκεῖ, καὶ ὁ Λάζαρος τὰ κακὰ αὐτοῦ. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς λέγω ταῦτα, ἀλλ' οὕτως ἐστὶ, λέγει· Ἀπέλαβες τὰ ἀγαθά σου. Ποῖα; ἐποίησάς τι ἀγαθόν; ἀπέλαβές σου τὸν πλοῦτον, τὴν ὑγείαν, τὴν τρυφὴν, τὴν δυνα48.1044 στείαν, τὴν τιμήν· οὐδέν σοι κεχρεώστηται· ἀπέλαβες τὰ ἀγαθά σου. Τί οὖν; ὁ Λάζαρος οὐδὲν ἥμαρτε; Ναὶ, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ὅτε σὺ ἀπελάμβανες τὰ ἀγαθὰ, τότε καὶ Λάζαρος τὰ κακά· διὰ τοῦτο νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ὥστε ὅταν ἴδῃς δίκαιον κολαζόμενον ὧδε, μακάριζε αὐτὸν, καὶ λέγε· Οὗτος ὁ δίκαιος ἢ ἁμαρτίαν ἔχει καὶ ἀπολαμβάνει αὐτήν, καὶ ἀπέρχεται ἐκεῖ καθαρὸς, ἢ πλέον τῶν ἁμαρτημάτων κολάζεται, καὶ προσθήκη δικαιοσύνης αὐτῷ λογίζεται. Λόγος γὰρ γίνεται ἐκεῖ· καὶ λέγει ὁ Θεὸς τῷ δικαίῳ· Ἔχεις μου τόσον· τυχὸν δὲ πιστεύει αὐτῷ δέκα ὀβολοὺς καὶ ποιεῖ αὐτῷ λόγον τῶν δέκα ὀβολῶν. Ἐὰν δὲ δαπανήσῃ ἑξήκοντα ὀβολοὺς, λέγει αὐτῷ ὁ Θεός· Τοὺς δέκα ὀβολοὺς λογίζομαί σοι εἰς ἁμαρτίαν, καὶ τοὺς πεντήκοντα εἰς δικαιοσύνην. Ἵνα δὲ μάθῃς ὅτι τὸ λειπόμενον εἰς δικαιοσύνην αὐτῷ λογίζεται, Ἰὼβ δίκαιος ἦν, ἄμεμπτος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· ἐκολάσθη αὐτοῦ τὸ σῶμα ὧδε, ἵνα ἐκεῖ μισθοὺς ἀπαιτήσῃ. Τί γάρ φησιν ὁ Θεὸς πρὸς αὐτόν; Ἄλλως οἴει με κεχρηματικέναι σοι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τὴν αὐτὴν τοίνυν τοῖς δικαίοις ὑπομονὴν ἐπιδειξάμενοι, καὶ τῇ ἀγαθῇ αὐτῶν πολιτείᾳ τὴν καρτερίαν ἰσόῤῥοπον ἐπιδειξάμενοι, ἀπολάβωμεν τὰ ἀγαθὰ τὰ εὐτρεπισμένα τοῖς ἁγίοις τοῖς ἀγαπῶσι τὸν Θεόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρὸς τοὺς εἰς τὰς ἱπποδρομίας ἀπελθόντας, καὶ εἰς τὸ ῥητὸν τοῦ
Εὐαγγελίου· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς· καὶ πρὸς τῷ τέλει εἰς Πλούσιον καὶ εἰς τὸν
Λάζαρον. αʹ. Βούλομαι τῆς συνήθους ἅψασθαι πάλιν διδασκαλίας, καὶ τὴν πνευματικὴν
ὑμῖν παραθεῖναι τράπεζαν· 48.1044 καὶ ὀκνῶ καὶ ἀναδύομαι, ὁρῶν οὐδὲν καρπουμένους ὑμᾶς ἐκ τῆς συνεχοῦς διδασκαλίας· ἐπεὶ καὶ γηπόνος, 48.1045 ἐπειδὰν δαψιλεῖ τῇ χειρὶ τὰ σπέρματα τοῖς κόλποις τῆς γῆς παρακατάθηται, καὶ μὴ ἀξίαν τῶν πόνων ἴδῃ τὴν βλάστην γινομένην, οὐ μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας ἅπτεται· ἡ γὰρ ἐλπὶς ἀεὶ τῆς τῶν καρπῶν φορᾶς ὑποτέμνεται τὸ βαρὺ τῶν πόνων. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς τὸν πολὺν τοῦτον πόνον τῆς διδασκαλίας κούφως ἂν ἠνέγκαμεν, εἰ ἐμάθομεν πλέον τι γινόμενον ἐκ τῆς παραινέσεως τῆς ἡμετέρας εἰς ὠφέλειαν τὴν ὑμετέραν. Νυνὶ δὲ ὅταν θεασώμεθα, ὅτι μετὰ τὰς τοσαύτας ἡμῶν παραινέσεις, μετὰ τὰς τοσαύτας νουθεσίας καὶ ἐπιπλήξεις (οὐδὲ γὰρ ἐπαυσάμεθα συνεχῶς ὑμᾶς ὑπομιμνήσκοντες τοῦ φοβεροῦ δικαστηρίου καὶ τῶν εὐθυνῶν τῶν