1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

60

οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ

πεποιθότες. αʹ. Αἱ ἀθυμίαι καὶ αἱ φροντίδες, ὅταν πέρα τοῦ μέτρου τὴν ψυχὴν κατατείνωσι, τῆς οἰκείας αὐτὴν ἀποστεροῦσιν ἰσχύος. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς Φιλιππησίους ἐν πολλῇ ὄντας ἀθυμίᾳ ἀνίστησιν. Ἦσαν δὲ ἐν ἀθυμίᾳ διὰ τὸ μὴ γινώσκειν πῶς τὰ κατὰ Παῦλον· ἦσαν ἐν ἀθυμίᾳ διὰ τὸ νομίζειν αὐτὸν ἤδη τετελευτηκέναι, διὰ τὸ κήρυγμα, διὰ Ἐπαφρόδιτον. Ὑπὲρ δὴ τούτων ἁπάντων πληροφορῶν αὐτοὺς ἐπάγει· Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε. Οὐκ ἔχετε, φησὶ, λοιπὸν ἀθυμίας ὑπόθεσιν· ἔχετε Ἐπαφρόδιτον, δι' ὃν ἠλγεῖτε· ἔχετε Τιμόθεον, ἔρχομαι κἀγὼ, τὸ Εὐαγγέλιον ἐπιδίδωσι. Τί ὑμῖν λείπει λοιπόν; Χαίρετε. Γαλάτας μὲν οὖν τέκνα καλεῖ, τούτους δὲ ἀδελφούς. Ὅταν μὲν γὰρ ἢ διορθοῦσθαί τι βούληται, ἢ φιλοστοργίαν ἐνδείξασθαι, τέκνα καλεῖ· ὅταν δὲ μετὰ πλείονος τιμῆς διαλέγηται, ἀδελφούς. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶ, χαίρετε ἐν Κυρίῳ. Καλῶς εἶπεν, Ἐν Κυρίῳ, οὐ κατὰ τὸν κόσμον· οὐκ ἔστι γὰρ χαρῆναι τοῦτο. Αἱ θλίψεις αὗται, φησὶν, αἱ κατὰ Χριστὸν, ἔχουσι χαράν. Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας. Ὁρᾷς πῶς οὐκ ἐν ἀρχῇ τὴν παραίνεσιν εἰσάγει, ἀλλ' ὅτε αὐτοὺς πολλὰ ἐπῄνεσεν, ὅτε ἐθαύμασε, τότε τοῦτο ποιεῖ, καὶ πάλιν ἐπαινεῖ. ∆οκεῖ γὰρ οὗτος φορτικώτερος εἶναι ὁ λόγος· ὅθεν αὐτὸν πάντοθεν συσκιάζει. Τίνας δέ φησι κύνας; Ἐνταῦθα ἦσάν τινες, οὓς ἐν πάσαις ταῖς ἐπιστολαῖς 62.256 αἰνίττεται, Ἰουδαῖοι μιαροὶ καὶ κατάπτυστοι, αἰσχροκερδεῖς καὶ φίλαρχοι, οἳ βουλόμενοι τῶν πιστῶν πολλοὺς παρασπάσαι, ἐκήρυττον καὶ τὸν Χριστιανισμὸν, καὶ τὸν Ἰουδαϊσμὸν, παραφθείροντες τὸ Εὐαγγέλιον. Ἐπεὶ οὖν ἦσαν δυσδιάγνωστοι, διὰ τοῦτό φησι· Βλέπετε τοὺς κύνας. Οὐκέτι τέκνα Ἰουδαῖοι. Ποτὲ οἱ ἐθνικοὶ τοῦτο ἐκαλοῦντο, νῦν δὲ ἐκεῖνοι. ∆ιὰ τί; Ὅτι ὥσπερ οἱ ἐθνικοὶ καὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ ἀλλότριοι ἦσαν, οὕτω καὶ οὗτοι γεγόνασι νῦν, καὶ τὸ ἀναιδὲς αὐτῶν καὶ τὸ ἰταμὸν ἐντεῦθεν παρίστησι, καὶ τὴν πολλὴν πρὸς τέκνα διάστασιν. Ὅτι γὰρ οἱ ἐθνικοί ποτε κύνες ἐκαλοῦντο, ἄκουσον τῆς Χαναναίας, τί φησι· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν. Ἵνα δὲ μηδὲ τοῦτο ἔχωσιν, ἐπειδὴ καὶ κύνες εἰσὶν ἐπιτραπέζιοι, ἐπάγει, ὅθεν αὐτοὺς καὶ ἀλλοτριοῖ, λέγων, Βλέπετε τοὺς κακοὺς ἐργάτας. Καὶ θαυμαστῶς εἶπε, Βλέπετε τοὺς κακοὺς ἐργάτας· ἐργάζονται μὲν γὰρ, φησὶν, ἀλλ' ἐπὶ κακῷ, καὶ ἀργίας πολλῷ χεῖρον ἔργον, ἀνασπῶντες τὰ καλῶς κείμενα. Βλέπετε, φησὶ, τὴν κατατομήν. Σεμνὸν ἦν παρὰ Ἰουδαίοις τὸ τῆς περιτομῆς, ὅπου γε καὶ ὁ νόμος αὐτῇ ὑπεξίστατο, καὶ τὸ σάββατον ἦν εὐτελέστερον αὐτῆς. Ἵνα μὲν γὰρ περιτομὴ γένηται, ἐλύετο σάββατον· ἵνα δὲ σάββατον φυλαχθῇ, οὐδέποτε ἐλύετο ἡ περιτομή. Καὶ θέα μοι τὴν τοῦ Θεοῦ οἰκονομίαν· αὕτη ἡ τοῦ σαββάτου αἰδεσιμωτέρα, εὑρίσκεται ἔν τισι χρόνοις [μὴ] παραλειφθεῖσα. Ὅταν οὖν αὐτὴ λύηται, πολλῷ μᾶλλον τὸ σάββατον. ∆ιὰ τοῦτο τὸ ὄνομα αὐτῆς ὁ Παῦλος κατατέμνει, καί φησι· Βλέπετε τὴν κατατομήν. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν ἡ περιτομὴ, περιττὸν ἡ περιτομὴ, ἵνα μὴ πλήξῃ τοὺς ἄνδρας, ἀλλὰ 62.257 σοφώτερον αὐτὸ οἰκονομεῖ, τοῦ μὲν πράγματος ἀπάγων, τῷ δὲ ῥήματι χαριζόμενος, μᾶλλον δὲ καὶ τῷ πράγματι σπουδαιότερον. Ἀλλ' οὐκ ἐπὶ Γαλατῶν οὕτως. Ἐπειδὴ γὰρ πολλὴ νόσος ἦν ἐκεῖ, γυμνῇ τῇ κεφαλῇ λοιπὸν μετὰ πολλῆς τῆς αὐθεντίας ἐπάγει τὴν τομήν· ἐνταῦθα δὲ, ἐπειδὴ οὐδὲν τοιοῦτον εἰργάσαντο, αὐτοῖς χαρίζεται τὴν ἀπὸ τῆς προσηγορίας ἡδονήν· κἀκείνους ἐκβάλλει, καὶ τούτους,