1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

61

ἐμηχανᾶτο. καὶ ἄδικον ἦν τοῦτο τὸ μῖσος. καὶ ἡ Ἡρῳδιὰς ἡ γυνὴ τοῦ Ἡρῴδου κατὰ τοῦ Ἰωάννου θάνατον εἰργάσατο οἴκτιστον, ὅσον ἧκεν εἰς αὐτήν. τῶν οὖν ἀδίκως μισουμένων ψήφῳ καὶ κρίσει τῆς προνοίας τὰ μὲν φανεροῦται, τὰ δὲ οὔ. τὸ τοῦ Ἰωάννου μετὰ θάνατον αὐτοῦ φανερὸν γέγονεν, ἄλλων δὲ πρὸ θανάτου, τῆς Σωσάννης καὶ τοῦ Ἰωσήφ. κἄν τε οὖν ἐνταῦθα ἐκδίκησις γένηται κἂν μή, οὐδεὶς ζητεῖ ὅτι ὧδε ἢ οὐχ ὧδε· κρίσει γὰρ θεοῦ ταῦτα γίνεται· "ἀνεξερεύνητα" γάρ ἐστιν "αὐτοῦ τὰ κρίματα". 20 φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. ἐάν μου φυλάξῃς τὴν ψυχὴν ἀζημίωτον καὶ ἀβλαβῆ, οἶδα ὅτι ῥυσθήσομαι· ἤτοι γὰρ ῥύομαι ἀπὸ τῶν κακούντων ἢ στέφανον λαμβάνω διὰ τὸ τεθλῖφθαι. 21 ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε. οὐ μόνον ἐγὼ ἐμαυτὸν ἐκέρδησα ὑπομείνας ὑπομονὴν τὴν σῴζουσαν -ἡ ὑπομονὴ δὲ φέρει σωτηρίαν· "ὁ ὑπομείνας" γὰρ "εἰς τέλος σωθήσεται"-· πολλοὺς ἐκέρδησα ὅτι ὑπέμεινά σε, πολλοὺς φίλους ἔσχον. ἀκάκους δὲ ἐνταῦθα τοὺς στερομένους κακίας λέγει, οὐ τοὺς εὐήθεις. συνεζεύχθησαν γοῦν αὐτοῖς οἱ εὐθεῖς. κατὰ τὴν ἀποδοχὴν τῆς κακίας ἄκακοί εἰσιν, κατὰ δὲ τὴν λῆμψιν τῆς ἀρετῆς εὐθεῖς. οἷον ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ ὥστε μηκέτι ἐνεργεῖν αὐτὸ ἄκακος γέγονεν. ἐπειδὴ δὲ μετὰ τὴν ἔκκλισιν τὴν ἀπὸ τοῦ κακοῦ ποίησις ἀγαθοῦ διαδέχεται, εὐθὴς γίνεται ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ. δυνατὸν οὖν τοὺς αὐτοὺς ἀκάκους καὶ εὐθεῖς λέγειν κατὰ ἄλλην καὶ ἄλλην ἐπίνοιαν. δυνατὸν δὲ καὶ οὕτω· οἱ κατὰ πρᾶξιν ἔξω κακίας ὄντες ἄκακοί εἰσιν, εὐθεῖς δὲ οἱ τὰ τῆς εὐσεβείας φρονοῦντες. 22 λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. ἐπεὶ αὐτὸς τετύχηκεν τῆς αἰτήσεως τῆς περὶ ἑαυτοῦ, βούλεται καὶ τῷ Ἰσραήλ, παντὶ τῷ διορατικῷ καὶ νοῦν ἔχοντι, ὑπαρχθῆναι τὴν αὐτὴν σωτηρίαν, τὸ ἔξω τῶν θλίψεων γενέσθαι θεοῦ λυτρωσαμένου. οὐκ ἀπεικὸς δὲ καὶ περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ ἐκλαβεῖν ταῦτα. ἀρχόμενοι δὲ τοῦ ἀφ' οὗ ἠρξάμεθα ψαλμοῦ εἰ ρήκαμεν, ὅτι τὰ περὶ τοῦ ἀνθρώπου τοῦ κατὰ τὸν σωτῆρα λεγόμενα κοινά εἰσιν πάντων τῶν δικαίων, μόνων ἐκείνων αὐτοῦ ὄντων ἰδίων τῶν θεολογικῶν.

1 Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. σφόδρα

παρρησιαζομένου πρὸς θεὸν ἡ φωνή. παρρησίαν δὲ πρὸς θεὸν ἔχει, οὗ ἡ καρδία μὴ καταγιγνώσκει, ὡς γράφει ὁ μέγας μαθητὴς καὶ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ κατ' αὐ91 τὸν ἐπιστολῇ· "ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγιγνώσκῃ, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν". ὅλος οὖν ὁ ψαλμὸς ἀπὸ πολλῆς παρρησίας ἀναπέμπεται. καὶ τὰ μὲν ὡς ἤδη κατορθωθέντα λέγει, τὰ δὲ ὡς παρόντα καὶ ἐνεργούμενα διηγεῖται, τὰ δὲ εὐχήν τινα σημαίνει τοῦ λέγοντος· τὸ γάρ· "κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην". οὐκ εἶπεν "πορευθήσομαι", ἀλλ' "ἐπορεύθην". ἀκακίαν δὲ ἐνταῦθα λέγει τὸ ἀπανοῦργον. ὁ στραφεὶς κατὰ τὴν ὑφήγησιν Ἰησοῦ καὶ γενόμενος ὡς τὰ παιδία, ἐκεῖνος ἐν ἀκακίᾳ γέγονεν, καὶ ἐστίν γε ὁ τοιοῦτος ταῖς μὲν φρεσὶν τέλειος, τῇ δὲ κακίᾳ νηπιάζων, ὡς ὁ ἀπόστολος γράφει· "ταῖς φρεσίν", φησίν, "τέλειοι γίνεσθε, τῇ δὲ κακίᾳ νηπιάζετε". ὁ νηπιάζων τῇ κακίᾳ οὐκ ἀγνοεῖ αὐτήν -πῶς γὰρ ἐνηπίαζεν κατ' αὐτήν, εἰ ἠγνόει αὐτήν; -, ἀλλ' οὐκ ἐνεργεῖ. τοῦτο γοῦν λέγει· "ἐν ἀκακίᾳ μου ἐπορεύθην". ἐνταῦθα οὖν ἕτερόν ἐστιν. παρὰ ἀμφότερα τὸ ἀπανοῦργον σημαίνει, τὸ ὡς προεῖπον "στραφέντα κατὰ τὰ παιδία". ὁ στραφεὶς οὖν κατὰ τὴν Ἰησοῦ διδασκαλίαν καὶ ὡς τὰ παιδία γενόμενος οὐκ ἀφραίνει. οὐ τὴν ἀφροσ̣υ´̣νην τῶν νηπίων σημαίνει, ἀλλὰ τὸ ἀκίνητον πρὸς τὰ κακά. ἔλεγον οὖν, ὅτι τὸ παιδίον κοιμώμενον μετὰ γυναικὸς ὄρεξιν αὐτῆς οὐ δέχεται. ὅταν οὖν τις τέλειος γενόμενος οὕτως ἔχῃ ἀνορέκτως πρὸς ἀκολασίαν, τῇ κακίᾳ νηπιάζει καὶ ὡς τὰ παιδία στραφεὶς γέγονεν. θεώρει γὰρ ὅτι τὰ παιδία ταῦτα τὰ κατὰ τὴν ἡλικίαν οὐ στραφέντα τοιαῦτά