61
δὲ πάντως διὰ τῶν κυνῶν τὸν ἀρχέγονον κύνα τὸν σαρκοβόρον τε καὶ ἀνθρωποκτόνον, καθώς φησιν ἡ γραφή. Καὶ τὰ ἐφεξῆς τοῦ ψαλμοῦ διαγράφει τὴν κυνώδη ζωήν. ἀντὶ γὰρ τῆς ὑλακῆς φθόγγον τινὰ διὰ στόματος αὐτῶν γενέσθαι λέγει, καὶ ἀντὶ τῶν κυνοδόντων ῥομφαίαν τοῖς χείλεσιν ὑποκεκρύφθαι φησίν, οὕτω λέγων τοῖς ῥήμασιν· Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. ἀλλὰ τὰ φοβερὰ ταῦτα τοῖς τὸν θεὸν ἐν ἑαυτοῖς ἔχουσι γέλως ἐστίν. Σὺ γάρ, φησίν, κύριε, ἐκγελάσῃ αὐτούς· ἐγὼ δὲ τὸ κράτος μου πρὸς σὲ φυλάξω. καὶ μετ' ὀλίγα προμηνύει τὴν ὁρισθεῖσαν ὑπὸ τοῦ θεοῦ ἐπὶ τοῦ ἰδίου πλάσματος οἰκονομίαν. φησὶ γάρ· Μὴ ἀποκτείνῃς αὐτούς, ἀλλὰ κατάγαγε αὐτοὺς ἀπὸ τοῦ ὕψους τῆς κακίας εἰς τὸ ἐπίπεδόν τε καὶ ὁμαλὸν τῆς κατὰ θεὸν πολιτείας. ὅπερ δὴ καὶ Παῦλος ὁ μέγας καὶ ὁ βαπτιστὴς Ἰωάννης ἐποίησεν. ἐν Παύλῳ μὲν καθαιρουμένου παντὸς ὑψώματος τοῦ κατὰ τῆς θείας γνώσεως ἐπαιρομένου· ὑπὸ δὲ Ἰωάννου κατὰ τὴν προφητείαν Ἠσαίου παντὸς ὄρους καὶ βουνοῦ πρὸς τὸ ταπεινὸν κατασπωμένου. δι' ὧν μανθάνομεν ὅτι τῶν μὲν ἀνθρώπων ἀφανισμὸς οὐκ ἔσται, ἵνα μὴ τὸ θεῖον ἔργον 5.175 ἀχρειωθῇ τῷ ἀνυπάρκτῳ ἀφανιζόμενον. ἀλλ' ἀντ' αὐτῶν ἀπολεῖται ἡ ἁμαρτία καὶ εἰς τὸ μὴ ὂν περιστήσεται. Ἁμαρτία γάρ, φησίν, στόματος αὐτῶν καὶ λόγος χειλέων αὐτῶν. καὶ ὑπερηφανία καὶ ἀρὰ καὶ ψεῦδος Ἐν τῇ ὀργῇ τῆς συντελείας οὐκ ὑπάρξουσιν. ὧν μηκέτι ὄντων, Γνώσονται, φησίν, ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς. μηδαμοῦ γὰρ ὑπολειφθείσης κακίας, πάντως ἔσται τῶν περάτων δεσπότης ὁ κύριος, τῆς νῦν βασιλευούσης τῶν πολλῶν ἁμαρτίας ἐκ ποδῶν γενομένης. εἶτα πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον περὶ τῶν ἐπιστρεφόντων εἰς ἑσπέραν καὶ λιμωττόντων ὡς κύων καὶ ἐν κύκλῳ περιερχομένων τὴν πόλιν, δηλῶν, οἶμαι, διὰ τῆς τοῦ λόγου ἐπαναλήψεως ὅτι καθ' ἑκάτερον οἱ ἄνθρωποι κατά τε τὸ πονηρὸν καὶ τὸ κρεῖττον, ἐν οἷς ἂν νῦν γένωνται, ἐν τοῖς αὐτοῖς καὶ μετὰ ταῦτα γενήσονται. ὁ γὰρ νῦν δι' ἀσεβείας κύκλῳ περιπατῶν καὶ μὴ ἐμβιοτεύων τῇ πόλει μηδὲ τὸν ἀνθρώπινον ἐπὶ τοῦ ἰδίου βίου χαρακτῆρα φυλάσσων, ἀλλὰ ἀποθηριούμενος διὰ τῆς προαιρέσεως καὶ κύων γενόμενος οὗτος καὶ τότε τῆς ἄνω πόλεως ἐκπεσὼν ἐν λιμῷ τῶν ἀγαθῶν κολασθήσεται. ὁ δὲ νικητὴς τῶν ἐναντίων καὶ προϊὼν (καθώς φησιν ἑτέρωθί που ὁ ψαλμῳδός) ἐκ δυνάμεως εἰς δύναμιν καὶ νίκην νίκῃ διαμειβόμενος, Ἄισομαι, λέγει, τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου, καί σοι πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.