1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

61

ὑπὸ φρύγανα ἄγρια διῃτῶντο. 30,8a ἀφρόνων υἱοὶ καὶ ἄτιμον ὄνομα 8b καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. ὅρα καὶ ἑτέραν ἀρετήν· ὅπερ ὁ προφήτης ἔλεγεν· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν κύριον δοξάζει. ἄτιμοι, φησίν, καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο. ἑτέρα πονηρία τὸ καὶ ἐν πενίᾳ τοιούτους εἶναι. πένητες, ἀπόλιδες, ἀνέστιοι, οὔτε ἀπὸ κοσμικῆς εὐημερίας ἔχοντες μέγα φρονεῖν οὔτε ἀπὸ ἀρετῆς τῆς κατὰ ψυχήν. 156 30,9a νυνὶ δέ, φησίν, κιθάρα αὐτῶν ἐγώ εἰμι, 9b καὶ ἐμὲ θρύλημα ἔχουσιν. 30,10a ἐβδελύξαντό με ἀποστάντες μακράν, 10b ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτυέλου. 30,11a ἀνοίξας φαρέτραν αὐτοῦ ἐκάκωσέ με 11b καὶ χαλινὸν ἐπὶ πρόσωπόν μου ἐξαπέστειλεν. 30,12a ἐπὶ δὲ δεξιῶν τοῦ βλαστοῦ μου ἐπανέστησαν, 12b πόδα αὐτοῦ ἐξέτεινε 12c καὶ ὡδοποίησεν ἐπ' ἐμὲ τρίβους ἀπωλείας αὐτῶν. 30,13a ἐξετρίβησαν τρίβοι μου. ὁρᾷς, τίνα ἐστὶ τὰ μάλιστα αὐτὸν λυποῦντα; τὸ παρὰ τοιούτων σκώπτεσθαι ἐπὶ βλάβῃ τῇ ἐκείνων. «κλέπται», φησίν, «καὶ πονηροὶ καὶ μιαροὶ ἄνδρες καὶ παράνομοι μελέτημα καὶ θρύλημα ἡμᾶς ἐποιήσαντο.» εἶτα λέγει τὴν συμφορὰν καὶ ἐπαίρει πάλιν καὶ ἐκτραγῳδεῖ, ὅτι ὁ θεὸς τοῦτο ἐποίησεν· 30,13b ἐξέδυσε γάρ, φησίν, μὲ τὴν στολήν μου. 30,14a βέλεσιν αὐτοῦ κατηκόντισέ με, 14b κέχρηται δέ μοι, ὡς ἐβούλετο· ἐν ὀδύναις πέφυρμαι. 30,15a ἐπιστρέφονται δέ μου αἱ ὀδύναι, 15b ᾤχετό μου δὲ ἡ ἐλπὶς ὥσπερ πνεῦμα, 15c καὶ ὥσπερ νέφος ἡ σωτηρία μου παρῆλθεν. 30,16a καὶ νῦν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, 16b ἔχουσι δέ με ἡμέραι ὀδυνῶν, 30,17a νυκτὸς δέ μου τὰ ὀστᾶ συνέθλασαν 17b καὶ τὰ νεῦρά μου διαλέλυται. 30,18a πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς· 18b ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. 30,19a ἥγηται δέ με ἴσα πηλῷ, 19b ἐν γῇ καὶ σποδῷ ἡ μερίς μου. 30,20a κέκραγα δὲ πρὸς σέ, καὶ οὐκ εἰσακούεις μου. 20b ἔστησαν καὶ κατενόησάν μοι, 30,21a ἐπέβησαν δέ μοι ἀνελεημόνως, 21b χειρὶ κραταιᾷ μεμαστίγωμαι. 30,22a ἔταξας δέ με ἐν ὀδύναις 22b καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. 30,23a οἶδα γάρ, ὅτι θάνατός με ἐκτρίψει· 23b οἰκία γὰρ παντὶ θνητῷ γῆ. 30,24a εἰ γὰρ ὄφελον, φησίν, ἠδυνάμην ἐμαυτὸν χειρώσασθαι 24b ἢ δεηθῆναί με ἑτέρου καὶ ποιήσει μοι τοῦτο. ὁρᾷς, ὅτι τὸ ἠδυνάμην οὐ δι' ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι; 157 30,25a ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα. οὐ μικρὸν καὶ τοῦτο, ἀγαπητέ,-ἀλλ' εἰδείης τι εἰπεῖν καὶ ἐκείνου μεῖζον;-τὸ συμπαθητικὴν ἔχειν διάνοιαν. 30,25b ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. «καίτοι ἐν πλούτῳ ὢν οὐδὲν τοιοῦτον ἐποίησα· οὐκ ἐφήσθην», φησίν, «ταῖς ἀλλοτρίαις συμφοραῖς, ὅπερ πάσχω νῦν.» 30,26a καὶ ἐπεῖχον ἐγὼ ἐν ἀγαθοῖς, 26b καὶ ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. 30,27a ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, 27b προέφθασαν δέ με ἡμέραι πτωχείας. 30,28a στένων πεπόρευμαι ἄνευ φιμοῦ, 28b ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. 30,29a ἀδελφὸς γέγονα σειρήνων, 29b ἑταῖρος δὲ στρουθῶν. ἡ γὰρ ὑπερβολὴ τῶν κατειληφότων αὐτὸν δεινῶν ἠνάγκαζε θρηνεῖν καὶ ἀποδύρεσθαι. «οὐδὲ βουλόμενος ἡσυχάσαι δύναμαι», φησίν, «ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγὼς οὐδένα τῶν παρόντων αἰδούμενος οὐδὲ αἰσχυνόμενος πλῆθος συνόδου.» τοῦτο δὲ ἀπὸ τοῦ μεγέθους γίνεται τῆς συμφορᾶς. «εἰς τὴν τῶν ὀρνίθων θηριωδίαν ἐξέπεσον», φησίν· «ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἄμεινον διάκειμαι.» τοῦτο καὶ ὁ ∆αυίδ φησιν· ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. 30,30a τὸ δὲ δέρμα μου, φησίν, μεμελάνωται μεγάλως, 30b τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος συνεφρύγη. 30,31a ἀπέβη δὲ εἰς πένθος ἡ κιθάρα μου, 31b ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ὅρα καὶ ὄψιν ἀηδῆ τινα καὶ ἀποτρόπαιον, ἅπαν ἀπηνθισμένον αὐτῷ τὸ κάλλος. τὰ δὲ ὀστᾶ μου, φησίν, ἀπὸ καύματος συνεφρύγη, ἤτοι ἀπὸ τῆς 158 συμφορᾶς, ἤτοι ἀπὸ τοῦ αἴθριος εἶναι διὰ παντός. ποικίλη καὶ πολύτροπος ἡ συμφορά, παντοδαπὰ τὰ δεινά. ἀπέβη εἰς πένθος ἡ κιθάρα μου, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ἄρα καὶ κιθάρᾳ ἐκέχρητο. «ἀλλ' οὐκέτι μοι