1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

61

ἀπαραιτήτων, καὶ τοῦ πυρὸς ἐκείνου τοῦ ἀσβέστου, καὶ τοῦ σκώληκος τοῦ ἀτελευτήτου), τινὲς τῶν ταῦτα ἀκουόντων (οὐδὲ γὰρ κατὰ πάντων ἐκφέρω τὴν ψῆφον, μὴ γένοιτο), πάντων τούτων ἐπιλαθόμενοι, πάλιν ἐπὶ τὴν σατανικὴν θεωρίαν τῆς ἱπποδρομίας ἑαυτοὺς ἐκδεδώκασι, ποίᾳ λοιπὸν προσδοκίᾳ τῶν αὐτῶν ἁψόμεθα πόνων, καὶ τὴν διδασκαλίαν αὐτοῖς ταύτην τὴν πνευματικὴν παραθήσομεν, ὁρῶντες μηδὲν πλέον αὐτοὺς ἐντεῦθεν καρπουμένους, ἀλλ' ἁπλῶς συνηθείᾳ τινὶ κατακολουθοῦντας, καὶ κροτοῦντας μὲν τὰ παρ' ἡμῶν λεγόμενα, καὶ δεικνύντας ἡμῖν ὡς μεθ' ἡδονῆς δέχονται τοὺς ἡμετέρους λόγους, καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸν ἱππόδρομον τρέχοντας, καὶ μείζονας τοὺς κρότους ἐπὶ τοὺς ἡνιόχους ἐπιδεικνυμένους καὶ ἀκάθεκτον τὴν μανίαν, καὶ μετὰ πολλοῦ τοῦ τόνου συντρέχοντας, καὶ πρὸς ἀλλήλους πολλάκις διαπληκτιζομένους καὶ λέγοντας, ὅτι ὁ μὲν τῶν ἵππων οὐ καλῶς ἔδραμεν, ὁ δὲ ὑποσκελισθεὶς κατέπεσεν, καὶ ὁ μὲν τούτῳ τῷ ἡνιόχῳ ἑαυτὸν προσνέμει, ὁ δὲ τῷ ἑτέρῳ· καὶ οὐδαμοῦ ἔννοια οὐδὲ ὑπόμνησις τῶν ἡμετέρων λόγων, οὐδὲ τῶν πνευματικῶν καὶ φρικτῶν μυστηρίων τῶν ἐνταῦθα τελουμένων, ἀλλὰ καθάπερ αἰχμάλωτοι γενόμενοι ὑπὸ τῶν τοῦ διαβόλου παγίδων, ἐκεῖ διημερεύουσι, τῇ σατανικῇ θεωρίᾳ ἑαυτοὺς ἐκδεδωκότες, καὶ εἰς αἰσχύνην προκείμενοι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τοῖς τὰ ἡμέτερα διασύρειν βουλομένοις; Τίς ἂν οὖν, κἂν σφόδρα ᾖ λίθινος, ἢ καὶ ἀναίσθητος, ταῦτα ἀναλγήτως ἐνεγκεῖν δυνήσεται, μήτι γε ἡμεῖς οἱ πατρικὴν φιλοστοργίαν περὶ πάντας ὑμᾶς ἐπιδείκνυσθαι σπουδάζοντες; Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ λυποῦν ἡμᾶς, ὅτι ἀνόνητον τὸν ἡμέτερον ἐπιδείκνυσθε κάματον, ἀλλὰ πολλῷ πλέον ἡμῶν καθάπτεται, ὅταν ἐννοήσωμεν ὅτι βαρυτέραν ἑαυτοῖς οἱ ταῦτα ποιοῦντες ἐργάζονται τὴν κατάκρισιν. Ἡμεῖς γὰρ τῶν πόνων τὴν ἀμοιβὴν ἀναμένομεν παρὰ τοῦ ∆εσπότου· τὸ γὰρ ἡμέτερον ἅπαν πεποιήκαμεν, καὶ τὸ ἀργύριον κατεβάλομεν, καὶ τὸ τάλαντον τὸ ἐμπιστευθὲν ἡμῖν διενείμαμεν, καὶ οὐδὲν τῶν εἰς ἡμᾶς ἡκόντων παραλελοίπαμεν· οἱ δὲ τὰ ἀργύρια δεξάμενοι ταῦτα τὰ πνευματικὰ, ποίαν ἕξουσιν, εἰπέ μοι, ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν μὴ μόνον αὐτὰ ἀπαιτῶνται, ἀλλὰ καὶ τὴν τούτων ἐργασίαν; ποίοις ὀφθαλμοῖς ὄψονται τὸν κριτήν; πῶς οἴσουσι τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, τὰ κολαστήρια τὰ ἀφόρητα; Μὴ γὰρ εἰς ἄγνοιαν ἔχουσι καταφυγεῖν; Καθ' ἑκάστην ἡμέραν ἐνηχοῦμεν, παραινοῦμεν, προτρεπόμεθα, δεικνύομεν τῆς ἀπάτης τὸν ὄλεθρον, τῆς βλάβης τὸ μέγεθος, τῆς σατανικῆς πανηγύρεως τὸν δόλον, καὶ οὐδὲ οὕτω καθικέσθαι ἠδυνήθημεν. Καὶ τί λέγω τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; Τέως τὰ ἐν48.1046 ταῦθα γυμνάσωμεν. Πῶς, εἰπέ μοι, οἱ τῆς σατανικῆς ἐκείνης μετασχόντες θεωρίας δυνήσονται μετὰ παῤῥησίας ἐνταῦθα παραγενέσθαι, τὸ συνειδὸς ἔχοντες κατεξανιστάμενον καὶ καταβοῶν μεγάλα; Ἢ οὐκ ἀκούουσιν οὗτοι τοῦ μακαρίου Παύλου λέγοντος τοῦ διδασκάλου τῆς οἰκουμένης, Τίς κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Πόσης γὰρ οὐκ ἂν εἴη καταγνώσεως ἄξιον, ὅταν ὁ πιστὸς καὶ τῶν ἐνταῦθα τελουμένων καὶ εὐχῶν καὶ φρικτῶν μυστηρίων καὶ πνευματικῆς διδασκαλίας ἀπολαύων, μετὰ τὴν ἐνταῦθα τελετὴν ἀπελθὼν καθέζηται εἰς τὴν σατανικὴν ἐκείνην θεωρίαν μετὰ τοῦ ἀπίστου, μετὰ τοῦ ἐν τῷ σκότει τῆς ἀσεβείας πλανωμένου, ὁ τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγασθείς; Πῶς, εἰπέ μοι, λοιπὸν ἐπιστομίσαι δυνησόμεθα ἢ Ἕλληνας ἢ Ἰουδαίους; πῶς δὲ ἐναγαγεῖν αὐτοὺς ἰσχύσομεν, καὶ πείσομεν μετατάξασθαι εἰς τὴν εὐσέβειαν, ὅταν ὁρῶσι τοὺς μεθ' ἡμῶν τεταγμένους εἰς τὰ ὀλέθρια ἐκεῖνα καὶ πάσης λύμης γέμοντα θέατρα συμφυρομένους αὐτοῖς; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, μετὰ τὸ παραγενέσθαι ἐνταῦθα, καὶ ἐκκαθᾶραι τὸν λογισμὸν, καὶ τὴν διάνοιαν εἰς νῆψιν ἀγαγεῖν καὶ κατάνυξιν, πάλιν ἀπελθὼν ἐκεῖ καταῤῥυπαίνεις ἑαυτόν; Ἢ οὐκ ἀκούεις σοφοῦ τινος λέγοντος· Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν τί ὠφέλησαν πλέον ἢ κόπους; Ὃ δὴ καὶ νῦν γίνεται. Ὅταν γὰρ τὰ ἐνταῦθα ὑφ' ἡμῶν οἰκοδομηθέντα διὰ