61
καί φησι· Βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή. Πῶς; Οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες. Οὐκ εἶπεν, ὅτι δοκιμάζομεν ἐκείνην τὴν περιτομὴν, καὶ ταύτην, τίς ἐστιν ἀμείνων, ἀλλ' οὐδὲ τοῦ ὀνόματος αὐτῇ μετέδωκεν· ἀλλὰ τί φησιν; Ἡ περιτομὴ ἐκείνη κατατομή ἐστι. ∆ιὰ τί; Οὐδὲν γὰρ ἄλλο ποιοῦσιν, ἢ τὴν σάρκα κατατέμνουσιν. Ὅταν γὰρ μὴ ᾖ νόμιμον τὸ γινόμενον, οὐδὲν ἄλλο ἢ σαρκὸς τομή ἐστι καὶ κατατομή. Ἢ οὖν διὰ τοῦτο οὕτως αὐτὴν εἶπεν, ἢ ὅτι τὴν Ἐκκλησίαν ἐπειρῶντο κατατέμνειν. Καὶ ἡμεῖς δὲ κατατομὴν λέγομεν ἐπὶ τῶν εἰκῆ καὶ ἁπλῶς καὶ ἄνευ τέχνης τοῦτο ποιούντων. Εἰ γὰρ δεῖ περιτομὴν ζητῆσαι, φησὶ, παρ' ἡμῖν ταύτην ἂν εὑρήσετε. Οἱ πνεύματι Θεῷ λατρεύοντες· τουτέστιν, οἱ πνευματικῶς λατρεύοντες. βʹ. Εἰπὲ γάρ μοι, τί βέλτιον, ψυχὴ ἢ σῶμα; ∆ῆλον ὅτι ψυχή. Οὐκοῦν καὶ ἡ περιτομὴ ἐκείνη οὐ βελτίων, ἀλλ' αὕτη μόνη ἐστὶ περιτομή. Ἕως μὲν γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προῆγε, Τὸ περιτετμῆσθαι, γράφων, τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν. Οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἀναιρεῖ αὐτὴν, λέγων· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Λοιπὸν δὲ καὶ τοῦ ὀνόματος αὐτὴν ἀποστερεῖ, Οὐδὲ ἔστι περιτομὴ, φησί. Καὶ γὰρ ὁ τύπος, ἕως ἂν μέλλῃ ἔρχεσθαι ἡ ἀλήθεια, καλεῖται τοῦτο· ἐπειδὰν δὲ ἔλθῃ ἡ ἀλήθεια, οὐκέτι καλεῖται. Οἷον ἐπὶ σκιαγραφίας· ὑπέγραφέ τις βασιλέα σκιαγραφῶν· ἕως ἂν οὐκ ἐπάγηται τὰ ἄνθη, οὐ λέγεται βασιλεύς· ἐπειδὰν δὲ ἐπιτεθῇ, κρύπτεται μὲν τῇ ἀληθείᾳ ὁ τύπος, καὶ οὐ φαίνεται· τότε δὲ καὶ λέγομεν, Ἰδοὺ ὁ βασιλεύς. Καὶ οὐκ εἶπεν, Ἐν ἡμῖν γάρ ἐστιν ἡ περιτομὴ, ἀλλ', Ἡμεῖς ἐσμεν· εἰκότως. Τοῦτο γάρ ἐστιν ἄνθρωπος, ἡ περιτομὴ ἡ ἐνάρετος, τοῦτό ἐστιν ἀληθῶς ἄνθρωπος. Ἐν ἐκείνοις δὲ οὐκ εἶπεν οὕτως, ἀλλὰ, Βλέπετε τὴν κατατομήν· αὐτοὶ γὰρ λοιπὸν ἐν ἀπωλείᾳ ἦσαν καὶ κακίᾳ. Εἶτα δηλῶν ὅτι οὐκέτι ἐν σώματι γίνεται ἡ περιτομὴ, ἀλλ' ἐν καρδίᾳ, φησί· Καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν, καὶ ἐν σαρκί. Τί λέγει ἐνταῦθα Πεποίθησιν, καὶ Ἐν σαρκί; Καύχησιν, παῤῥησίαν, σεμνολόγημα· καὶ καλῶς τοῦτο προσέθηκεν. Εἰ μὲν γὰρ ἐξ ἐθνῶν ὢν κατηγόρει τῆς περιτομῆς, οὐ τῆς περιτομῆς δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀκαίρως αὐτὴν μεταχειριζόντων, ἔδοξεν ἂν, ὡς ἀπεστερημένος τῆς τοῦ Ἰουδαϊσμοῦ εὐγενείας, κατατρέχειν αὐτῆς, ὡς οὐκ 62.258 εἰδὼς τὰ σεμνὰ, οὐδὲ μετεσχηκὼς αὐτῶν· νῦν δὲ ὁ μετασχὼν καὶ κατηγορῶν, οὐ διὰ τοῦτο κατηγορεῖ, ὡς οὐ μετασχὼν, ἀλλ' ὡς κατεγνωκὼς, οὐ δι' ἄγνοιαν, ἀλλὰ δι' ἐπίγνωσιν μάλιστα. Ὅρα οὖν τί φησι καὶ ἐν τῇ πρὸς Γαλάτας, ἐμπεσὼν εἰς ἀνάγκην τοῦ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, πῶς καὶ οὕτω καὶ ταπεινοφροσύνην ἐνδείκνυται· Ἠκούσατε γὰρ, φησὶ, τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ· καὶ πάλιν ἐνταῦθα, Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· καὶ εὐθέως ἐπήγαγεν· Ἑβραῖος ἐξ Ἑβραίων. Οὐκ εἶπε τοῦτο προηγουμένως, ἀλλὰ μετὰ τὸ εἰπεῖν, Εἴ τις ἄλλος, δεικνὺς τὴν ἀνάγκην, δεικνὺς ὅτι δι' ἐκείνους ἔλεγεν. Εἰ πεποίθατε, φησὶ, κἀγὼ μᾶλλον. Τοῦτο νῦν λέγω, ἐπεὶ ἐσιώπων. Καὶ ὅρα τὸ ἀνεπαχθὲς τῶν ἐλέγχων· τὸ γὰρ μὴ ὀνομαστὶ τοῦτο ποιεῖν, κἀκείνοις ἐδίδου χώραν ἀναδραμεῖν. Εἴ τις δοκεῖ πεποιθέναι. Καὶ καλῶς εἶπε, ∆οκεῖ, ἢ ὡς οὐκ ἐχόντων τοσαύτην πεποίθησιν, ἢ ὡς τῆς πεποιθήσεως ἐκείνης οὐκ ὄντως πεποιθήσεως οὔσης· πάντα γὰρ ἀνάγκης ἦν, οὐ προαιρέσεως. Περιτομὴ ὀκταήμερος. Καὶ πρῶτον τίθησιν ὃ μάλιστα ηὔχουν, τὸ τῆς περιτομῆς· εἶτα, Ἐκ γένους Ἰσραήλ. Τὰ ἀμφότερα ἔδειξεν, ὅτι οὐ προσήλυτος, οὔτε ἐκ προσηλύτων. Ἀπὸ μὲν γὰρ τοῦ ὀκταήμερος περιτμηθῆναι, οὐχὶ προσήλυτος· ἀπὸ δὲ τοῦ, Ἐκ γένους Ἰσραὴλ, οὐδὲ προσηλύτων γονέων. Ἀλλ' ἵνα μὴ νομίσῃς, ὅτι, Ἐκ γένους