1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

61

ὕδατα δὲ πολλὰ τὰ ἔθνη φησίν, ὧν ἄρχει καὶ προκάθηται, ὡς αὐτὸς προϊών φησι. μεθ' ἧς φησιν ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς. οἱ δέ εἰσιν οἱ ἐν αὐτοῖς βασιλεύσαντες· οὗτοι γὰρ τῆς γῆς οἱ βασιλεῖς οἳ τῇ πορνείᾳ αὐτῆς καὶ τῇ εἰδωλομανίᾳ κεκοινωνήκασι. καὶ ἐμεθύσθησάν φησιν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς· καὶ γὰρ καὶ οἱ λοιποί, ὧν ἦν ἄρχουσα, συναπέστησαν Θεοῦ, ταύτης τὰ μὲν ἀναγκαζούσης, τὰ δὲ ἡγουμένης. καὶ ἀπήνεγκέ μέ φησιν εἰς ἔρημον ἐν πνεύματι. τὴν ἐρήμωσιν αὐτῆς τὴν ἐσομένην ἡ ἔρημος αἰνίττεται. καὶ εἶδόν φησι γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον. θηρίον μέν φησι τὸν ∆ιάβολον ᾧ ἐπανεπαύετο, καὶ παρ' οὗ ἐστρατηγεῖτο· κόκκινον δὲ διὰ τὸ πεφοινίχθαι τῷ αἵματι τῶν ἁγίων. βλασφημίας δὲ ὀνόματα ἔγεμε τὸ θηρίον· ὁ γὰρ ἑαυτῷ ἀνατεθεὶς ∆ιάβολος τὸ τῷ Θεῷ πρέπον σέβας εἰς Θεὸν ἐξαμαρτάνει. ἔχοντά φησι κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. ταῦτα αὐτὸς προϊὼν ἑρμηνεύει, τὰς κεφαλὰς καὶ τὰ κέρατα βασιλέας λέγων τούς τε ἐν αὐτῇ βασιλεύσαντας καὶ βασιλεύειν μέλλοντας. καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, πορφυροῦν μὲν διὰ τὴν βασιλείαν, κόκκινον δὲ διὰ τὸ πολλῶν ἁγίων αἵματα ἐκχέαι. κεχρυσω 185 μένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις. ὡς βασιλίδα εὐλόγως ὁ λόγος κοσμεῖ, κόσμῳ βασιλικῷ. ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων, χρυσοῦν μὲν διὰ τὸ τῆς ἡγεμονίας ἔντιμον, γέμον δὲ ὅμως εἰδωλολατρείας καὶ μιασμάτων, οἷς ἐτρέφετο καὶ ᾧτινι τοῖς ἰδίοις ἔσπενδε δαίμοσιν. καὶ τὰ ἀκάθαρτά φησι τῆς πορνείας τῆς γῆς· καὶ γὰρ καὶ τῶν λοιπῶν ἐθνῶν τῆς εἰδωλολατρείας αὐτῇ τὰς αἰτίας ἀνατίθησιν, ὡς πρωτουργῷ τῶν κακῶν καὶ τῆς εἰδωλομανίας. ἦν δέ φησι καὶ γεγραμμένον ἐπὶ τῷ μετώπῳ αὐτῆς, ὥσπερ ἐν στηλογραφίᾳ τινί φησι, τίς εἴη· καὶ ὅτι Βαβυλών ἐστιν, ἡ μήτηρ τῶν πόρνων, Βαβυλὼν μὲν διὰ τὴν ἐν αὐτῇ ταραχὴν καὶ σύγχυσιν καὶ τῶν ἁγίων τοὺς διωγμούς· σύγχυσις γάρ, ὡς εἴρηται, σημαίνει τὸ τῆς Βαβυλῶνος ὄνομα· μήτηρ δὲ τῆς ἀπὸ Θεοῦ πορνείας καὶ ἀποστασίας. πῶς γὰρ οὐ μήτηρ καὶ διδάσκαλος ἡ τὸν εὐαγγελικὸν διώκουσα λόγον καὶ τοὺς τοῦτον κηρύσσοντας, πείθουσα δὲ τὰ ἔθνη προσμένειν τῇ πατροπαραδότῳ πλάνῃ; καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν τοῦ αἵματος τῶν μαρτύ ρων Ἰησοῦ. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα· καὶ εἶπέ μοι ὁ ἄγγελος· διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· τὸ θηρίον ὃ εἶδες, ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ 186 βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι οὐκ ἔστι καὶ παρέσται· ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. οὐ μόνον γὰρ ἐκορέσθη τοῦ αἵματος τῶν ἁγίων ἡ πόρνη, ἀλλὰ καὶ ἐμεθύσθη. τοσοῦτον ἔχεαν διαφορῶς οἱ ἐν αὐτῇ βασιλεύσαντες, ἐγώ σοί φησι ἐρῶ τί ἐστι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου· τουτέστι, μυστικῶς δηλοῖ ταῦτα τὰ ὡς ἐν εἰκόνι γραφόμενά σοι διὰ τῆς ἀποκαλύψεως. τὸ θηρίον φησὶν ὁ εἶδες, ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου. ἦν μὲν γὰρ ὁ ∆ιάβολος πρὸ τῆς ὑπάρξεως τοῦ αἰσθητοῦ κόσμου γεγονὼς ὑπὸ τοῦ Θεοῦ ἐπ' ἔργοις ἀγαθοῖς, ὥσπερ καὶ οἱ λοιποὶ θεσπέσιοι ἄγγελοι· οὐκ ἔστι δὲ καθὸ καὶ τὰ ἀμφὶ τὴν συντέλειαν τοῦ αἰῶνος δείκνυται τῷ εὐαγγελιστῇ, ἐν ᾗ πορεύσεται εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον αὐτῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ γὰρ ἐν τούτοις εἶναι οὐδὲ εἶναί ἐστι κυρίως. εἶτα ἐπειδὴ ἐνεργεία αὐτοῦ μέλλει περὶ τὰς τοῦ τέλους ἡμέρας ἀναδείκνυσθαι ὁ ἀντίχριστός φησι· καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει. διὰ γὰρ τοῦ ἀντιχρίστου ἄνοδος καὶ οἷον αὔξησις γενήσεται τῷ ∆ιαβόλῳ, πλανῶντος τοὺς ἀνθρώπους τοῦ ἀντιχρίστου καὶ πείθοντος αὐτῷ προσκυνεῖν κατὰ τὰ πρόσθεν διὰ πολλῶν εἰρημένα. ἤ, τό, ἦν καὶ οὐκ ἔστιν οὕτω νοήσεις· ὁ ἀπόστολος γράφων Φιλιππησίοις φησὶ πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς οὖσιν ἐν Φιλίπποις, ὄντας