61
συγκεκραμέ νην. Μόνην δὲ, ὡς ἔοικε, τὴν τῆς ἀρετῆς, εἴτε τέχνην τις ὀνομάζειν ἐθέλοι, εἴτε ἐπιστήμην ἐπὶ ἀγῶνας καὶ ἄθλους, εἴτε γεωργίαν καὶ φυτουργίαν, οὐκ ἔχειν τέλος χρηστὸν ἐν καιρῷ τῶν πόνων ψυχαγωγῆσαι δυνάμενον; Ἀλλὰ μάτην μὲν σωφρονοῦσιν οἱ σώ φρονες, καὶ τοῖς πολλοῖς καὶ ποικίλοις ἀνταγωνίζον ται πάθεσι, τὴν τούτων πυρὰν κατασβέσαι φιλονει κοῦντες; Μάτην δὲ οἱ τῆς δικαιοσύνης ἐργάται τῇ ἀδικίᾳ πυκτεύουσι, τῶν τε ἀλλοτρίων ἀπεχόμενοι, καὶ τὰ οἰκεῖα προϊέμενοι; Ἄχρηστος δὲ καὶ τῆς ἀνδρείας ἡ κτῆσις τοῖς μετιοῦσιν· γενναίως γὰρ φέ ροντες τὰ προσπίπτοντα λυπηρὰ, τὸν ἀγωνοθέτην οὐκ ἔχουσιν; Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ἀξιάγαστον γὰρ καὶ ἀξιόκτητον τῆς ἀρετῆς τὸ κτῆ μα. Καὶ τοῦτο καὶ ὑμεῖς ἂν φαίητε, ὑπὸ τῆς τοῦ συνει δότος ἀνάγκης ὠθούμενοι. Ἐμπέφυκε γὰρ αὕτη τοῖς ἀνθρώποις ἡ γνῶσις, καὶ οὐ δεῖται τῶν ταύτης λα χόντων τὴν κτῆσιν οὐδεὶς, λόγων ἐπεισάκτων, ἢ θεόθεν φερομένων, ἢ παρὰ ἀνθρώπων προσφερομέ νων· ἀπόχρη γὰρ ὁ ἔμφυτος λόγος εἰς τὴν τούτων διδασκαλίαν. Μαρτυροῦσι δὲ οἱ τῆς κακίας ἐργάται, καὶ κρύβδην αὐτὴν μετιόντες, καὶ ἐὰν φω ραθῶσιν, ἀπολογίας σφίσιν αὐτοῖς μηχανώμενοι. Καὶ γὰρ τοιχωρύχοι, καὶ τυμβωρύχοι, καὶ λωποδύται, καὶ μοιχοὶ, καὶ ἀνδροφόνοι, καὶ οἱ τὰ τούτων συγγενῆ μετιέναι τολμῶντες, σκότῳ συνεργῷ κεχρημένοι, ταῦτα ποιεῖν ἐπιχειροῦσιν. Εἰ δὲ καὶ μεθ' ἡμέραν τις πειραθείη τούτων τι δράσαι, σύμμαχον λαμβάνει τῶν ἀνθρώπων τὴν ἐρημίαν. Οὐκοῦν, δι' ὧν λανθά νειν πειρῶνται, δηλοῦσιν ἣν ἔχουσι περὶ τῶν γινο μένων διάκρισιν. Οὐ γὰρ ἂν ἔλαθον, εἰ καλὰ ποιεῖν ὑπέλαβον· λανθάνειν δὲ πειρώμενοι, καὶ τὸ φωραθῆ ναι δειμαίνοντες, ὁμολογοῦσιν ὡς πονηρὰ τὰ γινό μενα. Οὐκοῦν ἴστε καὶ ὑμεῖς, ὦ λίαν ἀχάριστοι, ὡς ἀγαθὴ τῆς ἀρετῆς ἡ κτῆσις, καὶ ὡς μάλα πολλοὺς ἔχει πόνους συνεζευγμένους. Προσήκει τοίνυν τὴν παρὰ πάντων ἐπαινουμένην, καὶ τῶν οἰκείων, καὶ τῶν ἀντιπάλων, καὶ μετὰ πολλῶν πόνων καρπουμέ νην, ἀξίας ἔχειν τὰς ἀντιδόσεις. Ἀλλ' ὁρῶμεν κατὰ τὸν παρόντα βίον, πολλοὺς μὲν ταύτην αἱρουμένους, καὶ πολλῶν ὑπὲρ αὐτῆς πόνων ἀνεχομένους, οὐ πάν τας δὲ ἐπαίνου τινὸς καὶ τιμῆς δι' αὐτὴν ἀπο λαύοντας· ἀλλὰ τοὺς μὲν ὡς ταύτης ἐραστὰς ἐν τοῖς ἁπάντων στόμασι περιφερομένους, καὶ πολυθρυλλή τους γινομένους, καὶ μετὰ τελευτὴν ἀείμνηστον ἐσχηκότας τὸ κλέος· τοὺς δὲ, παντάπασιν ἀγνοουμέ νους καὶ κρυπτομένους, καὶ μαργαρίτῃ προσεοικότας ἔτι τῷ βυθῷ καλυπτομένῳ, καὶ τῷ ὀστρείῳ καθειργ 83.728 μένῳ. Ταῦτα τοίνυν ὁρῶντες, σκοπώμεθα παρ' ἡμῖν αὐτοῖς, τί δήποτε τῶν τὰ θεῖα περὶ πολλοῦ ποιουμέ νων, τινὲς μὲν εἰσὶ λίαν ἐπίσημοι, τινὲς δὲ παντελῶς ἄσημοι· εἶτα λογιζώμεθα, ὡς δίκαιος ὢν ὁ τῶν ὅλων Ποιητὴς καὶ Κριτὴς, τοῖς οἰκείοις ἀγωνισταῖς ἀγω νοθετήσει δικαίως, καὶ οὐκ ἀνέξεται παραφθεῖραι τὸ δίκαιον ἡ τοῦ δικαίου τρυτάνη. Ἔπειτα καὶ τούτους κἀκείνους τετελευτηκότας ὁρῶντες, καὶ τοὺς μὲν μετὰ πολλῆς τῆς εὐκλείας, τοὺς δὲ λίαν εὐτελῶς, ὡς τῶν τυχόντων τινὰς, λογιζώμεθα πάλιν, ὡς ἕτερόν τινα βίον ηὐτρέπισεν, ἐν ᾧ πρὸς ἀξίαν τοὺς εὖ βεβιωκότας ἀμείβεται. ∆ι' ὧν μὲν γὰρ ἐνίους περι φανείᾳ τετίμηκε, τοὺς τῆς ἀρετῆς παρεδήλωσε στε φάνους· τῷ δὲ μὴ πάντας κατὰ τὸν παρόντα βίον λαμπροὺς ἀποφῆναι καὶ περιβλέπτους, τὸν προσδοκώμενον βίον παραγυμνοῖ. Καὶ γίνεται ἡ μὲν περὶ ἐνίους τιμὴ, τῆς τοῦ Θεοῦ δικαιοσύνης σημεῖον· τὸ δὲ μὴ πάντας τοὺς τούτων ἐργάτας τῶν ἴσων μετα λαγχάνειν, τὸν μέλλοντα βίον τεκμηριοῖ, καὶ βε βαιοῖ τὴν τῶν προσδοκωμένων ἐλπίδα. Τούτου χάριν οὐ πάντας ἀνακηρύττει κατὰ τὸν παρόντα βίον, τοὺς εὖ καὶ καλῶς βεβιωκότας τῶν ὅλων ὁ Πρύτανις, οὐδὲ πάντας ὡσαύτως κολάζει τοὺς κακίᾳ συνεζηκό τας· ἀλλὰ τοὺς μὲν παραδίδωσι τιμωρίᾳ, καὶ τῆς ψήφου τὸ δίκαιον παραδεικνὺς, καὶ διὰ τούτων τοὺς λοιποὺς δεδιττόμενος, καὶ εἰς μεταμέλειαν προκαλού μενος· μὴ πάντας δὲ