62
ΕΡΩΤΗΣΙΣ ΣΠΖʹ. Τίνες εἰσὶν οἱ ἄξιοι καρποὶ τῆς μετανοίας; ΑΠΟΚΡΙΣΙΣ. Τὰ ἀντικείμενα τῇ ἁμαρτίᾳ ἔργα δικαιοσύνης, ἅπερ ὁ μετανοῶν καρποφορεῖν ὀφείλει, ποιῶν τὸ εἰ ρημένον· Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦν τες.
ΕΡΩΤΗΣΙΣ ΣΠΗʹ. Ὁ θέλων ἐξομολογήσασθαι τὰς ἁμαρτίας ἑαυτοῦ εἰ πᾶσιν ἐξομολογεῖσθαι ὀφείλει, καὶ τοῖς τυ χοῦσιν, ἢ τίσιν; ΑΠΟΚΡΙΣΙΣ. Ὁ σκοπὸς τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἐπὶ τῶν ἁμαρτανόντων φανερὸς, κατὰ τὸ γεγραμμένον, ὅτι Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι στρέψαι καὶ ζῇν αὐτόν. Ἐπεὶ οὖν καὶ τῆς ἐπι στροφῆς ὁ τρόπος οἰκεῖος ὀφείλει εἶναι τοῦ ἁμαρτή ματος, καὶ καρπῶν δὲ χρεία ἀξίων τῆς μετα νοίας, κατὰ τὸ γεγραμμένον· Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας, ἵνα μὴ τὰ τῆς ἐπιφερομέ νης ἀπειλῆς συμβῇ ἐν τῇ ἐλλείψει τῶν καρπῶν· Πᾶν γὰρ δένδρον, φησὶ, μὴ ποιοῦν καρπὸν καλὸν ἐκ κόπτεται, καὶ εἰς πῦρ βάλλεται· ἀναγκαῖον τοῖς πεπιστευμένοις τὴν οἰκονομίαν τῶν μυστηρίων τοῦ Θεοῦ ἐξομολογεῖσθαι τὰ ἁμαρτήματα. Οὕτω γὰρ καὶ οἱ πάλαι μετανοοῦντες ἐπὶ τῶν ἁγίων εὑρίσκονται πεποιηκότες. Γέγραπται γὰρ ἐν μὲν τῷ Εὐαγγελίῳ, 31.1285 ὅτι τῷ Βαπτιστῇ Ἰωάννῃ ἐξωμολογοῦντο τὰς ἁμαρ τίας αὐτῶν· ἐν δὲ ταῖς Πράξεσι, τοῖς ἀποστόλοις, ὑφ' ὧν καὶ ἐβαπτίζοντο ἅπαντες.
ΕΡΩΤΗΣΙΣ ΣΠΘʹ. Ὁ μετανοήσας ἐπὶ ἁμαρτήματι, καὶ πάλιν εἰς τὸ αὐτὸ ἐμπεσὼν ἁμάρτημα, τί ποιήσει; ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἅπαξ τινα μετανοήσαντα τὴν αὐτὴν πάλιν ποιῆσαι ἁμαρτίαν ἔλεγχός ἐστι τοῦ τὸ πρῶτον αἴτιον τῆς ἁμαρτίας ἐκείνης μὴ ἐκκαθᾶραι, ἀφ' οὗ, καθάπερ ἀπὸ ῥίζης τινὸς, πάλιν ἀνάγκη τὰ ἴσα φύεσθαι. Ὡς γὰρ εἴ τις φυτοῦ τοὺς κλάδους ἐκκόψαι θελήσειε, τὴν ῥίζαν ἐάσας, οὐδὲν ἧττον ἡ ῥίζα μένουσα τὰ αὐτὰ πάλιν βλαστάνει· οὕτως, ἐπειδή τινα τῶν ἁμαρ τημάτων οὐκ ἐν ἑαυτοῖς ἔχει τὴν ἀρχὴν, ἀλλ' ἐξ ἑτέ ρων φύεται, ἀνάγκη πᾶσα τὸν καθαρεῦσαι ἀπ' αὐ τῶν βουλόμενον τὰ πρῶτα αἴτια τῶν ἁμαρτημάτων ἐκείνων ἐξᾶραι· οἷον, ἔρις ἢ φθόνος οὐκ ἀφ' ἑαυτῶν ἄρχεται, ἀλλ' ἀπὸ ῥίζης τῆς φιλοδοξίας βλα στάνει. Ἀντιποιούμενος γὰρ τῆς δόξης τῆς παρὰ τοῖς ἀνθρώποις, ἐρίζει τῷ εὐδοκιμοῦντι, ἢ φθονεῖ τῷ παρευδοκιμοῦντι. Ἐὰν οὖν, ἅπαξ τις λαβόμενος ἑαυτοῦ ἐπὶ φθόνῳ, ἢ ἔριδι, πάλιν τοῖς αὐτοῖς περι πέσῃ, γνωριζέτω ἑαυτὸν τὸ πρῶτον αἴτιον τοῦ φθόνου ἢ τῆς ἔριδος, τὴν φιλοδοξίαν ἐν βάθει νοσοῦν τα. Καὶ χρή γε αὐτὸν ἐκ τοῦ ἐναντίου διὰ τῶν τῆς ταπεινοφροσύνης γυμνασμάτων (γυμνάσιον γὰρ τα πεινοφροσύνης ἡ ἐν τοῖς εὐτελεστέροις πράγμασι δια τριβὴ) τὸ πάθος τῆς φιλοδοξίας θεραπεῦσαι, ἵνα οὕτως, ἐν διαθέσει τῆς ταπεινοφροσύνης γενόμενος, μηκέτι ἐκπέσῃ εἰς τὰ προειρημένα τῆς φιλοδοξίας βλαστήματα· καὶ ἐφ' ἑκάστῳ τῶν τοιούτων ἁμαρτη μάτων ὁμοίως.
ΕΡΩΤΗΣΙΣ Σʹ. Πῶς περισσεύει τις ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε; ΑΠΟΚΡΙΣΙΣ. Ἤτοι τὸ διδόμενον χάρισμα πολυπλασιάζων ἐν τῇ τῶν εὐεργετουμένων ὑπ' αὐτοῦ ὠφελείᾳ καὶ προ κοπῇ, ἢ ἐκ συγκρίσεως τῶν ἀνθρωπίνων σπουδα σμάτων τὸ πλέον τῆς σπουδῆς ἐπιδεικνύμενος ἐν τῷ ἔργῳ τοῦ Κυρίου.
ΕΡΩΤΗΣΙΣ ΣΑʹ. Τίς ἐστιν ὁ συντετριμμένος κάλαμος, ἢ τὸ τυφόμενον λίνον; καὶ πῶς τις τὸ μὲν οὐ κατ εάξει, τὸ δὲ οὐ σβέννυσιν· ΑΠΟΚΡΙΣΙΣ. Συντετριμμένον μὲν κάλαμον λογίζομαι εἶναι τὸν ἐν πάθει τινὶ ποιοῦντα ἐντολὴν Θεοῦ· ὃν κατεάσσειν καὶ ἀποκόπτειν οὐ χρὴ, ἀλλὰ μᾶλλον θεραπεύειν, 31.1288 ὡς ὁ Κύριος ἐδίδαξεν, εἰπών· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀν θρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς. Καὶ ὁ Ἀπό στολος παραγγέλλει, λέγων· Πάντα ποιεῖτε χω ρὶς γογγυσμῶν καὶ διαλογισμῶν· καὶ ἀλλαχοῦ· Μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν. Λίνον δὲ τυ φόμενον, ὅταν τις ποιῇ τὴν ἐντολὴν μὴ διαπύρῳ ἐπιθυ μίᾳ καὶ τελείᾳ σπουδῇ, νωθρότερον δέ πως καὶ χαυ νότερον, ὃν οὐ χρὴ παύειν, διεγείρειν δὲ μᾶλλον ὑπομνήσει τῶν κριμάτων τοῦ Θεοῦ, καὶ τῶν ἐπαγ γελιῶν αὐτοῦ