62
εἰσιν ἀφραίνοντα, εὐήθη. ὁ δὲ τέλειος στραφεὶς γέγονεν τοιοῦτος, ὥστε προαιρετικόν ἐστιν τὸ οὕτω νηπιάζειν, τὸ οὕτω ἄκακον εἶναι. ἐπὶ δὲ τῶν βρεφῶν οὐ τοῦτο φαίνεται, οὐ προαιρετικόν ἐστιν, ἀλλὰ τῆς ἡλικίας μὴ ἐπιτρεπούσης τέλειον ἔχειν λογισμόν. τὸ "ἐπορεύθην" ὧδε οὐκ ἀνακοπὴν λέγει καὶ παῦλαν, ἀλλ' ὅτι ἐκ πολλοῦ οὕτως ἠρξάμην ἢ μητρόθεν οὕτως ἠρξάμην· λέγει γὰρ ὅτι· "ἐπὶ σοὶ ἐπεστηρίχθην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής". καὶ οἱ ἅγιοι δέ, περὶ ὧν εἴρηται· "οὓς προέγνω καὶ προώρισεν συνμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ", ταύτης εἰσὶν τῆς παρρησίας. 1 καὶ ἐπὶ τῷ θεῷ ἐλπίζων οὐ μὴ ἀσθενήσω. οὐκέτι λέγει "ἐλπίσας", ὡς τὸ "ἐπορεύθην". ἡ πρὸς θεὸν δὲ ἐλπὶς ἰσχυρὸν καὶ πάνυ γε δυνατὸν ποιεῖ. ἐπεὶ τοίνυν ἐπὶ σοὶ ἐλπίζω, "οὐκ ἀσθενῶ". περὶ ταύτης τῆς ἀσθενείας πολλαχοῦ τῶν θείων παιδευμάτων φέρεται· "ἀνήγαγεν", φησίν, "αὐτούς" -τοὺς Ἑβραίους δηλονότι-"ἐν χρυσίῳ καὶ ἀργυρίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν"· ὅταν γὰρ ἀνάξῃ θεός τινα ἐν χρυσίῳ, τουτέστιν νῷ καθαρῷ, καὶ ἀργυρίῳ- λόγῳ δοκίμῳ-, οὐκ ἔχει ἀςθένειαν. οἱ οὕτως ἀναγόμενοι οὐκ ἀσθενοῦσιν, ἀλλ' ἰσχύουσιν "ἐν τῷ ἐνδυναμοῦντι" αὐτούς. καὶ ὡς ὁ ἀπόστολος λέγει· "πάντα ἰσχύω", ὁ δὲ πάντα ἰσχύων οὐκ ἀσθενεῖ, οὕτω καὶ ἕκαστος τῶν σοφῶν ἰσχύων οὐκ ἀσθενεῖ· πῶς γὰρ ἀσθενήσειεν ὁ λέγων πρὸς 92 τὸν θεόν· "ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου"; ὁ ἐλπίζων ἐπὶ πλούτῳ ἀσθενήσει ποτέ. εἰ δὲ καὶ νόσον σημαίνει τὸ ὄνομα τῆς ἀσθενείας-σημαίνει γάρ-, τοῦτο λέγει· ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ νοσήσω κατὰ τὴν ψυχήν, ἀεὶ ὑγιαίνων εἰμί· "ὁ" γὰρ "φυλάττων ἐντολήν, οὗτος ὑγιαίνει". οὐ περὶ τῆς αἰσθητῆς ὑγείας τοῦτο λέγεται· πολλοὶ γὰρ φυλάττοντες ἐντολὴν νοσοῦσιν, καὶ πολλοὶ παραβαίνοντες ἐντολὰς ὑγιαίνουσιν. 2 δοκίμασόν με, κύριε, καὶ πείρασόν με. θεώρει τὴν παρρησίαν· "πύρωσον τοὺς νεφρούς μου" καὶ ἴδε, εἰ ἔστιν ἐν ἐμοὶ ἀδικία. οὐδεὶς ἐκκαλεῖται κριτὴν ἐξετάσαι τὰ κατ' αὐτὸν τοιοῦτον τὰ κρυπτὰ ἐπιστάμενον, μυελοὺς εἰδότα, εἰ μὴ πολλὴν ἔχει παρρησίαν. ἀμέλει γοῦν τινες διὰ τὴν ὑπερβολὴν τῆς καθαρότητος τοῦ παρρησιαζομένου εἰς τὸν ἄνθρωπον τοῦ σωτῆρος ἐκλαμβάνουσιν τὸν ψαλμόν. ἐλέχθη δὲ ἡμῖν ἤδη πολλάκις, ὅτι τὰ κατορθώματα τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον ἅπτεται καὶ πάντων τῶν τελείων ἀνδρῶν. "δοκίμασόν με, κύριε, καὶ πείρασόν με". εἰσάγαγέ με εἰς ἀγῶνα. ὡς εἰ καὶ ἀθλητής τις ἱκανὸς ἔλεγεν τῷ ἀθλοθέτῃ· "δοκίμασόν με καὶ πείρασόν με, εἰ τοιοῦτός εἰμι, οἷος ἐπαγγέλλομαι". τὸ δοκιμάσαι δὲ τὸν θεόν τινα τοῦτο σημαίνει ὅτι ἄξιός ἐστιν τοῦ παρ' αὐτοῦ δοκιμῆς τυχεῖν. "ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον", "εὐδοκήσαμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς". μεταδίδωσίν τις τὴν ἑαυτοῦ ψυχήν τινι, ὅταν ποιὸν αὐτὸν κατασκευάσῃ κατὰ τὴν ἔχει ποιότητα. οὐ μόνον οὖν, φησίν, τὸ εὐαγγέλιον ὑμῖν μεταδοῦναι προθύμως ἔχομεν, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. ἐάν τις μιμητὴς τοῦ ἀποστόλου γένηται καὶ πᾶσαν διάθεσιν τὴν αὐτοῦ καὶ πρᾶξιν ἔχῃ, μετείληφεν τῆς ψυχῆς τοῦ ἀποστόλου. δύναται δὲ προχείρως τοῦτο ὅτι· καὶ προκινδυνεῦσαι ὑμῶν ἑτοίμως ἔχομεν· "ὅτι" γὰρ "ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν, καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς θεῖναι". εἰ ἡμεῖς γε θέμενοι ὑπὲρ τῶν ἀγαπωμένων τὰς ψυχὰς οὐ νοητήν τινα καὶ ἀλληγορουμένην ψυχὴν τίθεμεν, ἀλλ' ἣν ἔχομεν, κατὰ μίμησιν δὲ τοῦ Ἰησοῦ τοῦτο γίνεται, καὶ αὐτὸς ἀληθῶς ψυχὴν ἔθηκεν ἀνθρωπίνην καὶ οὐκ ἀλληγορουμένην. 2-3 "πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. θεώρει ὅτι διὰ πάντων θαρρεῖ τῇ καθαρότητι ἑαυτοῦ. εἶτ' ἐπεὶ δοκεῖ ταῦτα ὑπὲρ δύναμιν ἀνθρώπων εἶναι, εὐθέως λέγει· "ὅτι τὸ ἔλεός σου κατεναντίον μου". οἶδα δὲ ὅτι, κἂν προθῶμαι τὰ καλά, κἂν δραμεῖν ἐπ' αὐτὰ σπεύσω,