62
τῆς συνεχοῦς διδασκαλίας καὶ τῆς παραινέσεως ταύτης τῆς πνευματικῆς, ἀπελθὼν ἀθρόον ἐκεῖ πάντα καθέλῃς, καὶ εἰς ἔδαφος, ὡς εἰπεῖν, καταγάγῃς, ποῖον ὄφελος πάλιν ἡμᾶς ἄνωθεν τὰ τῆς οἰκοδομῆς ἐπιδείκνυσθαι, καὶ πάλιν ὑμᾶς τὰ τῆς καθαιρέσεως; πόσης τοῦτο ἀνοίας οὐκ ἂν εἴη καὶ παραπληξίας; Εἰπὲ γάρ μοι, εἰ ἐθεάσω ἐν ταῖς αἰσθηταῖς ταύταις οἰκοδομαῖς ταῖς διὰ τῶν λίθων γινομέναις τοῦτό τινα ποιοῦντα, οὐχὶ ὡς μεμηνότι αὐτῷ προσέξεις καὶ εἰκῆ καὶ μάτην κοπτομένῳ, καὶ εἰς οὐδὲν δέον πάντα τὰ αὑτοῦ καταναλίσκοντι; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς οἰκοδομῆς ταύτης τῆς πνευματικῆς λογίζου, καὶ τὴν αὐτὴν ἔκφερε ψῆφον. Ἰδοὺ γάρ· ἡμεῖς μὲν, ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καθ' ἑκάστην ἡμέραν τὴν οἰκοδομὴν ταύτην τὴν πνευματικὴν εἰς ὕψος ἐγείρομεν, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν ὑμᾶς ἐνάγειν σπουδάζομεν· τινὲς δὲ τῶν ἐνταῦθα συντρεχόντων τὴν μετὰ πολλοῦ πόνου αὐξηθεῖσαν οἰκοδομὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μονονουχὶ ταῖς οἰκείαις χερσὶ διὰ τῆς ἀφάτου ταύτης ῥᾳθυμίας εἰς ἔδαφος κατάγουσιν, ἡμῖν μὲν πολλὴν τὴν ἀθυμίαν ἐντεῦθεν τίκτοντες, ἑαυτοῖς δὲ μέγιστον τὸν ὄλεθρον καὶ τὴν ζημίαν ἀφόρητον. βʹ. Τάχα σφοδροτέραν τὴν ἐπιτίμησιν ἐποιησάμεθα· ὅσον μὲν πρὸς τὴν ἡμετέραν φιλοστοργίαν σφοδροτέραν, ὅσον δὲ πρὸς τὸ μέγεθος τοῦ πλημμελήματος οὐδὲ τὴν ἀξίαν. Ἀλλ' ὅμως ἐπειδὴ δεῖ καὶ τοῖς πεπτωκόσι χεῖρα ὀρέγειν, καὶ περὶ τοὺς τοσοῦτον ἐῤῥᾳθυμηκότας τὴν πατρικὴν εὔνοιαν ἐπιδείξασθαι, οὐδὲ οὕτως ἀπαγορεύομεν αὐτοῖς τὴν σωτηρίαν· μόνον ἐὰν βουληθῶσι μηκέτι τοῖς αὐτοῖς πάλιν περιπεσεῖν, ἀλλὰ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, καὶ ἀπαγορεῦσαι ἑαυτοῖς τὴν ἐπὶ τὰς ἱπποδρομίας ἄνοδον, καὶ πᾶσαν τὴν τοιαύτην σατανικὴν θεωρίαν. ∆εσπότην γὰρ ἔχομεν φιλάνθρωπον καὶ ἥμερον 48.1047 καὶ κηδεμονικὸν, ὃς, ἐπειδὴ οἶδε τὴν ἀσθένειαν τῆς φύσεως τῆς ἡμετέρας, ἐπειδὰν ἁμαρτήματί τινι περιπέσωμεν ῥᾳθυμίᾳ ὑποσκελισθέντες, ἓν μόνον ἐπιζητεῖ παρ' ἡμῶν, μὴ ἀπογνῶναι, ἀλλὰ ἀποστῆναι τοῦ πλημμελήματος, καὶ πρὸς τὴν ἐξομολόγησιν ἐπειχθῆναι. Κἂν τοῦτο ποιήσωμεν, ταχεῖαν ἡμῖν τὴν συγχώρησιν ἐπαγγέλλεται· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ταῦτα τοίνυν εἰδότες, μὴ καταφρονῶμεν τοῦ οὕτω φιλανθρώπου ∆εσπότου, ἀλλὰ περιγινώμεθα τῆς συνηθείας τῆς ἐπιβλαβοῦς· καὶ μὴ τὴν πλατεῖαν πύλην, καὶ εὐρύχωρον ὁδὸν βαδίζωμεν· καθάπερ σήμερον ἠκούσατε τοῦ κοινοῦ πάντων ∆εσπότου παραινοῦντος ἐν τῷ Εὐαγγελίῳ, καὶ λέγοντος· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς. Ἀκούσας πλατεῖαν πύλην, καὶ εὐρύχωρον ὁδὸν, μὴ τοῖς προοιμίοις ἀπατηθῇς, μηδὲ, ὅτι πολλοὶ εἰσέρχονται δι' αὐτῆς, τοῦτο ἴδῃς, ἀλλ' ἐννόει ὅτι εἰς στενὸν καταστρέφει τέλος. Κἀκεῖνο δὲ συνετῶς λογίζου, ὅτι οὐ περὶ αἰσθητῆς πύλης ἐστὶν ὁ λόγος, οὐδὲ περὶ ὁδοῦ ἁπλῶς, ἀλλὰ περὶ πάσης τῆς ζωῆς τῆς ἡμετέρας, καὶ περὶ ἀρετῆς καὶ κακίας ἐστὶν ἡ παραίνεσις. ∆ιά τοι τοῦτο καὶ ἀρχόμενος οὕτως ἤρξατο λέγων, Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τὴν τῆς ἀρετῆς πύλην οὕτω καλῶν. Εἶτα εἰπὼν, ὅτι Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, διδάσκει ἡμᾶς λοιπὸν τὴν αἰτίαν, δι' ἣν τοῦτο παραινεῖ. Εἰ γὰρ καὶ στενὴ, φησὶν, αὕτη, καὶ πολὺν ἔχει τὸν κάματον ἐν τῇ εἰσόδῳ, ἀλλ' ἐὰν μικρὸν κάμητε, εἰς πολὺ πλάτος ἐκβήσεσθε καὶ εὐρυχωρίαν πολλὴν τὴν ἄνεσιν δυναμένην ὑμῖν παρασχεῖν. Μὴ τοίνυν ὅτι στενή ἐστι, φησὶν, ἴδητε, μηδὲ τὰ προοίμια ὑμᾶς θορυβείτω, μηδὲ τὸ στενὸν τῆς εἰσόδου ὀκνηροὺς ἀπεργαζέσθω· ἡ γὰρ πλατεῖα αὕτη πύλη, καὶ ἡ εὐρύχωρος ὁδὸς εἰς ἀπώλειαν καταστρέφει. ∆ιὸ καὶ πολλοὶ τῇ ἀρχῇ καὶ τοῖς προοιμίοις ἀπατώμενοι, καὶ οὐδὲν τῶν μελλόντων προορώμενοι, εἰς τὴν ἀπώλειαν ἑαυτοὺς ἐκδιδόασι. ∆ιὰ τοῦτό φησιν, ὅτι Πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς. Καὶ καλῶς αὐτὴν πλατεῖαν πύλην ἐκάλεσε, καὶ εὐρύχωρον ὁδὸν τὴν ἐπὶ τὴν