1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

62

ἀφανίζων τοὺς τῆς πονη ρίας ἐργάτας, πάλιν ἡμῖν τὸν μέλλοντα προση μαίνει βίον. Εἰ δὲ μηδεὶς ἕτερός ἐστι βίος μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, ἠδίκηνται μὲν ἄντικρυς οἱ κολα σθέντες ἐνθάδε, τῶν ἄλλων διαπεφευγότων τὴν δίκην· ἠδίκηνται δὲ προφανῶς λίαν οἱ φιλοσοφίαν μὲν ἀσπαζόμενοι, θεραπείας δὲ διὰ ταύτην ἢ τιμῆς οὐ δεμιᾶς ἀπολαύοντες, τῶν ἄλλων ὅμοια μὲν ἐν βίῳ κατωρθωκότων, ἐν εὐκλείᾳ δὲ πολλῇ τὸν βίον διεξελ θόντων. Ἀλλ' ἄδικον ὀνομάζειν τὴν τῆς δικαιοσύνης πηγὴν, πάσης ἐστὶ βλασφημίας ἐπέκεινα, καὶ οὐδε μίαν μανίας ὑπερβολὴν καταλείπει. Εἰ δὲ δίκαιος, ὥσπερ οὖν καὶ δίκαιος, ὁ τῶν ὅλων Ἔφορος, καὶ ὁρᾷ τὰ γινόμενα, καὶ κρίνει δικαίως, καὶ ἴσως κατέχει τὰ τῆς δίκης ζυγὰ, κἂν κλῖναι θελήσῃ, φιλαν θρωπίας ψῆφον, ἀλλ' οὐκ ἀδικίας προστίθησιν· ἔστιν ἕτερος βίος, ἐν ᾧ καὶ οἱ διαφυγόντες τὴν τιμω ρίαν ἐνθάδε, τὰς ἀξίας τίσουσι δίκας, καὶ οἱ τιμῆς οὐδεμιᾶς κατὰ τὸν παρόντα βίον ὑπὲρ τῶν τῆς ἀρε τῆς ἀπολαύσαντες πόνων, κομιοῦνται τῶν ἱδρώτων τὰς ἀντιδόσεις. Ἀλλὰ τυχὸν καὶ ὑμεῖς ἂν συνομολο γήσητε. Καὶ γὰρ Ἑλλήνων παῖδες, οὐ προφήτην, οὐκ ἀπόστολον, οὐκ εὐαγγελιστὴν δεξάμενοι κήρυκα, ὑπὸ τῆς φύσεως μόνης ποδηγηθέντες, ταῦτα οὕτως ἔχειν ὑπέλαβον, εἰ καὶ πολὺν ὑπέμειναν πλάνον, τὸ μυθῶδες ταῖς ἀληθέσιν ἐγκαταλέξαντες δόξαις· ἐπεὶ καὶ ποιηταὶ, καὶ φιλόσοφοι, καὶ πονηρῶν ἀνθρώ πων κολάσεις, καὶ δικαίων ἀνδρῶν θεραπείας μετὰ 83.729 τὴν ἐντεῦθεν ἐκδημίαν ἔσεσθαι, καὶ ἐπίστευσαν καὶ ἐδίδαξαν, καὶ τὴν τῆς διδασκαλίας μνήμην διὰ τῶν συγγραμμάτων κατέλιπον. Εἰκὸς τοίνυν καὶ ὑμᾶς, καὶ τῇ φύσει πειθομένους, κἀκεῖνα δεδιδαγμένους, καὶ ὑπὸ τῶν ἀρτίως εἰρημένων συνωθουμένους, συμφῆσαι, καὶ ταῦτα οὕτως ἔχειν ὁμολογῆσαι· μό νων δὲ τῶν ψυχῶν, ἢ ἄνεσιν, ἢ κόλασιν ὑποπτεῦσαι γενήσεσθαι, τὸ δὲ σῶμα οὕτως ἐῤῥίφθαι, τῇ ση πεδόνι παραδεδομένον, ὡς ἄχρηστον παντελῶς καὶ ἄλογον. Καὶ πῶς ἂν ἔχοι λόγον, μετὰ τοῦ σώμα τος τὴν ψυχὴν ἀγωνισαμένην καὶ νικήσασαν, μόνην στεφανωθῆναι, ἢ τούτου ἐστερημένην, μόνην κολάσει παραδοθῆναι; Εἴποι γὰρ ἂν εἰκότως πρὸς τὸν κριτὴν ἡ κολαζομένη· Οὐ μόνη τοὺς σοὺς, ὦ ∆έσποτα, παρα βέβηκα νόμους, ἀλλὰ μετὰ τοῦ σώματος εἰς τοὺς τῆς κακίας σκοπέλους ἐξώκειλα· μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐκεῖνό με εἰς τὸ τῆς ἁμαρτίας παρέσυρε βάραθρον· ὑπὸ τῶν ἐκείνου δελεασθεῖσα ὀμμάτων, εὐνὰς ἀλλοτρίας ἐσύλησα, ὥραν περιειρ γασάμην ἑτέρῳ προσήκουσαν· κτημάτων καὶ χρη μάτων ἐπεθύμησα, τούτων με βλέπειν ἀναγκαζόντων· ἐντεῦθεν εἰς τὸν τῆς ἀδικίας ἐξέπεσα βυθόν· τὰ γὰρ τούτου με κατεδούλωσε πάθη, καὶ ἣν ἔδωκας ἐλευθε ρίαν ἀφείλοντο· θεραπεύειν γὰρ ἠναγκαζόμην ὡς ὁμοφυὲς καὶ ὁμόδουλον, καὶ ταῖς τούτου χρείαις ὑπ ηρετεῖν. Ἡ γαστὴρ πρὸς γαστριμαργίαν κατήπειγεν, ἡ δὲ γαστριμαργία τὴν ἀδδηφαγίαν εἰργάζετο, ἡ δὲ ἀδδηφαγία τὰς τῆς ἀδικίας ὤδινεν ἐπινοίας. ∆υ σχεραίνουσα πολλάκις ταῖς τῆς σαρκὸς ἀνάγκαις ὑπήκουσα, καὶ ἀδημονοῦσα καὶ λίαν ἀλγοῦσα τὰς ταύτης ἐπιθυμίας θεραπεύειν ἠναγκαζόμην. Καὶ πολλάκις μὲν ἀντέσχον, καὶ τὰς ἐκεῖθεν προσβο λὰς γενναίως ἀπεκρουσάμην· ἡ δὲ τοῦ πολέμου συχνότης κατηγωνίσατό μου πολλάκις, καὶ ἑάλων ἡ ταλαίπωρος ἀδελφῇ πειθομένη, καὶ τοῦτο κατατρύχουσα ἠνιώμην. Ἐγὼ γὰρ πάλιν τὴν ὀδύνην ὑπεδεχόμην, καὶ τρέφουσα ἐπεβουλευόμην· τὰ γὰρ ἐντεῦθεν σκιρτήματα πάλιν ὑπεδεχόμην, καὶ τὸ πρακτέον ἠγνόουν· ἥ τε γὰρ ταλαιπωρία τούτου πολ λήν μοι τὴν ἀνίαν εἰργάσατο, καὶ ἡ θεραπεία σφο δροτέραν ἀπετέλει τὴν μάχην, καὶ τὴν παράταξιν ἀνεῤῥίπιζε. Μὴ τοίνυν με μόνην, ὦ ∆έσποτα, παρα δῷς τιμωρίᾳ, ἀλλ' ἢ μετ' ἐκείνου τῶν δυσχερῶν ἐλευθέρωσον, ἢ κἀκεῖνο σὺν ἐμοὶ τῇ κολάσει παρά πεμψον. Εἴποι δ' ἂν καὶ τὸ σῶμα, τὸ καλῶς τοῖς τῆς ψυχῆς ὑπηρετῆσαν βουλεύμασιν, ὁμοίως πρὸς τὸν δίκαιον κριτὴν, εἴ τινος μεταλάβοι φωνῆς· Εὐθύς με δημιουργήσας, ὦ ∆έσποτα,