63
ἐὰν μὴ σὺ ἐλεήσῃς, οὐ τελειοῦμαι. "εὐαρέστησα" οὖν "ἐν τῇ ἀληθείᾳ σου". οὐ δεῖ ὧδε ταπεινοφρονεῖν, ὅτε περὶ ἀληθείας ὁ λόγος ἐστίν. ἀμέλει γοῦν μέμνημαί τινος λέγοντος ὅτι· ἐὰν ἐρωτηθῇς ὅτι· "παρθένος εἶ"; εἰπέ· "διὰ τὸν θεὸν ἕως νῦν παρθένος εἰμί, θέλω καὶ ἕως νῦν περὶ πίστεως, καὶ πάνυ". ὁ εὐαρεστῶν οὖν ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ ἔχει τὸ ἔλεος τοῦ θεοῦ πρὸ ὀφθαλμῶν. ἔχων δὲ πρὸ ὀφθαλμῶν τὸν συνεργοῦντα καὶ τελειοῦντα παρρησιάσεται ἐπὶ τοῖς ἤδη αὐτῷ κατορθωθεῖσιν. διὰ τοῦτο οὖν λέγω· "πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου", "ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν". συνεζευγμένοι δὲ ἐν πολλοῖς τόποις τῆς γραφῆς οἱ νεφροὶ τῇ καρδίᾳ εὑρίσκονται· "ἐτάζων καρδίας καὶ νεφροὺς 93 ὁ θεός". "ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου". καὶ ὥσπερ ἐὰν ἀκούωμεν καρδίαν, οὐ τὸ μέρος τοῦ σώματος λέγει, καθαρὸν ὃ ἔχων ὁρᾷ θεόν· πάλιν· "ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν", οὐδεὶς τὸ σωματικὸν τοῦτο μέρος οὕτω καλούμενον ἀπόλλυσιν-εἰ δὲ μή γε, ἀποθνήσκει ἐὰν καρδίαν ἐκσπᾷ λιθίνην ὁ θεός, σαρκίνην ἀντ' αὐτῆς ἐντιθῇ, τὴν νόησιν ἐκλαμβάνομεν. σὺν ταύτῃ οὖν τῇ καρδίᾳ καὶ οἱ ὀνομαζόμενοι νεφροὶ οὐ τὰ μέρη τοῦ σώματός εἰσιν. λέγονται αἱ σπερματικαὶ γοναὶ ἐκεῖ πρῶτον συνίστασθαι κἀκεῖθεν ῥᾳδίως εἰς τὰ ὄργανα τὰ ἀφροδίσια χωρῆσαι. γεννητικοὶ ἄρα εἰσὶν καὶ σπερμάτων διάκονοι οἱ νεφροί. ἐπεὶ τοίνυν εἰσὶν καὶ γοναί, καθ' ἃς γεννᾷ ἡ ψυχὴ ἢ ὁ νοῦς, ἐκείνους νεφροὺς λέγει σὺν τῇ καρδίᾳ ὀνομαζομένῃ. "ἐγγὺς εἶ", φησίν, "τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν". ἀπὸ τούτων τῶν νεφρῶν πόρρω εἶ, ὦ θεέ, οὐκ ἀπὸ τῶν σωματικῶν μερῶν. τοὺς νεφρούς μου οὖν καὶ τὴν καρδίαν μου ἔτασον, δοκίμασον. οὐκ ἔχω σπέρματα δυνάμενα χωρῆσαι ὥστε γενέσθαι τέκνα ἐπάρατα, τέκνα ὀλέθρια, οἷα εἶχεν ὁ Ἰούδας· εἴρηται γὰρ ὅτι· "γενηθήτω αὐτὰ εἰς ἐξολέθρευσιν. μὴ ὑπαρχέτω αὐτῷ ἀντιλήμπτωρ", μηδὲ τοῖς τέκνοις αὐτοῦ βοηθός, οὐ περὶ τέκνων τῶν σωματικῶν. τάχα δὲ οὐδὲ οἴδαμεν, εἰ εἶχεν τέκνα. τέκνα αὐτοῦ ὀνομάζει τοὺς προδότας πάντας τῆς ἀληθείας. ὥσπερ ὁ Παῦλος γεννᾷ διὰ τοῦ εὐαγγελίου, ἐκεῖνος ἐγέννησεν διὰ τῆς προδοσίας ὧν προῆλθεν ἐπὶ τῷ παραδοῦναι τὸν Ἰησοῦν· "τί θέλετέ μοι δοῦναι, κἀγὼ παραδώσω ὑμῖν αὐτόν"; διὰ ταύτης τῆς σπουδῆς πατὴρ γέγονεν πάντων τῶν προδοτῶν τῆς ἀληθείας. "καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου". ὁ εὐαρεστῶν ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ οὐκ ἐπαισχύνεται τοὺς λόγους αὐτοῦ· εἶπεν γὰρ Ἰησοῦς· "ὃς ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς λόγους μου". εἰ δὲ τὸν ἐπαισχυνόμενον ἐπαιςχύνεται καὶ αὐτός, τὸν παρρησιαζόμενον καὶ ἐνμένοντα τῇ ἀληθείᾳ καὶ πάντων αὐτὴν προκρίνοντα καὶ αὐτὸς ἰσχυ ροποιεῖ, ἐνμένει αὐτῷ. 4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. ἀσυνύπαρκτά εἰσιν τὰ κακὰ καὶ τὰ ἀγαθά. ὁ ἔχων τὰ ἀγαθὰ οὐ δύναται μετέχειν κακῶν. ὁ ἐπὶ κακίαν πεποιωμένος καθ' ὅσον ἐστὶν κακός, ἀνεπίδεκτός ἐστιν ἀρετῆς. ἐπειδὴ δὲ ἀποχὴ τῶν κακῶν, ὅταν τις πεφυκὼς πρὸς αὐτὰ ἀπέχηται αὐτῶν προαιρέσει, τὰ παιδία οὐκ ἔχει ἀκολασίαν, ἀλλ' οὐ λέγω αὐτὰ ἀπέχεσθαι ἀκολασίας. τὸ ἄψυχον καὶ τὸ ἄλογον οὐκ ἔχει ἀσέβειαν· καὶ οὐ λέγω αὐτὰ ἀπέχεσθαι ἀσεβείας· τὸ γὰρ ἀπέχεσθαι προαιρετικὸν κίνημά ἐστιν. ἐν τῷ πρώτῳ γοῦν ψαλμῷ μακαρίζει τὸν ἄνδρα τὸν κατὰ τὸν ἔσω ἄνθρωπον τέλειον· "μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν". ὁ σοφιστὴς καὶ ἀπατεὼν δύναται εἰπεῖν, ὅτι οὐδὲ τὸ παιδίον οὐδὲ τὸ ἄλογον οὐδὲ τὸ ἄψυχον "ἐπορεύθη ἐν βουλῇ ἀσε94 βῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν". ἀποφήσας τοῦ τελείου τὰ τοιαῦτα λέγει· πῶς ἀπέχεται τούτων τῷ "τὸ θέλημα ἑαυτοῦ" ἔχειν "ἐν τῷ νόμῳ κυρίου"; -οὐ παντὸς δέ ἐστιν ἔχειν "τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ κυρίου". ὅσοι γὰρ δοκοῦσιν μὴ ἁμαρτάνειν τῷ