63
ὀδύνην καὶ τὴν τηκεδόνα τοῦ πένητος ᾔδει τοῦ πλεονεκτουμένου, οὐκ ἂν ἐποίησεν, ὅπερ ἐποίησεν, ἀλλ' εἰ καὶ ὁ τοῦ θεοῦ φόβος αὐτὸν μὴ κατεῖχεν, ὁ τῆς φύσεως ἂν ἐπέκαμψεν ἔλεος. ἀλλ' οἶδε μέν, οὐκ οἶδε δὲ ὥσπερ ὁ πάσχων αὐτός. «ἐγὼ δὲ αὐτῶν τῶν ἀδικουμένων οὐχ ἧττον ἠπιστάμην τὰς ἐπηρείας.» ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. ὃ θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, τοῦτο καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. διὰ τοῦτο, ἐπειδὰν πολλάκις ἑτέρους ἀδικῶμεν καὶ μυρία παραινῶν ὁ θεὸς μηδὲν ἰσχύσῃ, καθίστησιν ἡμᾶς εἰς τὴν πεῖραν τῶν πραγμάτων αὐτῶν, ἵνα δι' ὧν 161 πάσχομεν μανθάνωμεν καὶ ὅσον ἐστὶ τὸ δεινὸν παιδευθῶμεν. λέγεται καὶ περὶ τοῦ Ἠλία τοῦτο γεγενῆσθαι, καὶ ὅτι διὰ τοῦτο αὐτὸν εἴασεν ἐν λιμῷ. τοῦτο καὶ ἐπὶ τοῦ Ἰωνᾶ γέγονεν· διὰ τοῦτο καὶ ἐπεμβαίνει αὐτῷ λοιπὸν εὐκαίρως λέγων· σὺ μὲν γὰρ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεώς μου τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν; τοῦτο καὶ ἐπὶ Ἰερεμίου γέγονεν· «τί γάρ», φησίν, «κατέστρεψεν αὐτοὺς ὁ θεός;» καὶ τότε αὐτοῖς ἀρᾶται. ἐμοὶ δοκεῖ καὶ τὸ πάθος διηγεῖσθαι καθαιρῶν ἑαυτοῦ τὸ ἐγκώμιον, ὅτι «οὐδὲν μέγα ἐποίησα μὴ μοιχεύσας μηδὲ τὴν ἀνομίαν τὴν οὕτω μεγάλην ἐργασάμενος. ἐκριζοῖ γάρ», φησίν, «τὴν οἰκίαν, οὗ ἂν εἰσέλθῃ.» εἶδες σωφροσύνην, ὅρα καὶ ταπεινοφροσύνην· 31,13a εἰ δὲ καὶ ἐφαύλισα, φησίν, κρίμα θεράποντός μου ἢ θεραπαίνης 13b κρινομένων αὐτῶν πρός με. «οὔτε δοῦλος οὔτε ἐλεύθερος παρ' ἐμοῦ», φησίν, «ἠδίκηται.» 31,14a τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος; 14b ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; 31,15a πότερον οὐχ, ὡς ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; 15b γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. ὅρα, πῶς ὑποτέμνεται αὐτοῦ τὰ ἐγκώμια πανταχοῦ καὶ καθαιρεῖ τὰ κατορθώματα· «οὐδὲν μέγα ἐποίησα», φησίν. «τοῦτο αὐτὴ ἡ φύσις βούλεται· κοινωνοῦμεν ἀλλήλοις, ἁπάντων ἡ αὐτὴ γένεσις, ἡ αὐτὴ εἴσοδος. πάντα κοινά· οὐ σεμνότερος ἐγὼ τῆς ἐκείνων φύσεως.» 31,16a ἀδύνατοι δέ, ἥν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον, 16b καὶ χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. ὁρᾷς, πῶς οὐκ ἦν ὑπερόπτης; πῶς μέτριος; πῶς κοινὸς ἁπάντων ἰατρὸς καὶ κοινὸς λιμὴν καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων; ἥν ποτε εἶχον χρείαν, φησίν. οὐχὶ τὴν μὲν ναί, τὴν δὲ οὔ, ἀλλ' 162 οἱανδήποτε, εἰ καὶ κινδύνων ἔγεμεν, εἰ καὶ δαπανηρά τις ἦν, εἰ καὶ ἐπισφαλής. καὶ ὅρα, τούτοις ἐβοήθει, παρ' ὧν οὐδὲν προσεδόκα, χήραις καὶ ὀρφανοῖς καὶ ἀδυνάτοις. καὶ ὅτι οὐδὲ πρὸς ἐπίδειξιν ἐποίει καὶ φιλοτιμίαν, ἀλλὰ διὰ τὸν θεόν, δῆλον μὲν ἐκ τοῦ μὴ θελῆσαι πρὸ τούτου ταῦτα εἰπεῖν, καίτοι μακρῶν οὕτω λόγων ἀποταθέντων καὶ πολλῆς τῆς ὁμιλίας γεγενημένης, δῆλον δὲ καὶ ἐκ τοῦ ἐκεῖνα κατορθοῦν, ὧν οὐδένα μάρτυρα ἀνθρώπων εἶχεν, τὰ κατὰ διάνοιαν λέγω, τὰ περὶ τῶν παίδων. εἰ ἐξηκολούθησεν ἡ καρδία μου, φησίν, γυναικὶ ἀνδρὸς ἑτέρου. καίτοι τούτου μάρτυρα ἄνθρωπον οὐκ εἶχεν, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμόν, ἀλλ' ὅμως καὶ ἐκεῖνα αὐτῷ κατώρθωτο. εὔδηλον, ὅτι καὶ ταῦτα δι' ἐκεῖνον· χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα, ὑπερορῶν καὶ παρατρέχων καὶ ἐν θρήνοις ἐῶν εἶναι. 31,17a εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον, φησίν, μόνος 17b καὶ οὐχὶ μετέδωκα ὀρφανῷ ἐξ αὐτοῦ 31,18a καὶ ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ 18b καὶ ἐκ γαστρὸς μητρὸς ὡδήγησα, 31,19 εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα, 31,20a ἀδύνατοι δὲ εἰ μὴ ηὐλόγουν με, 20b ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, 31,21a εἰ δὲ καὶ ἐπῆρα ὀρφανῷ χεῖρα 21b πεποιθώς, ὅτι πολλή μοι βοήθεια πάρεστιν, 31,22a ἀποσταίη ἄρα ἀπὸ τῆς κλειδός μου ὁ ὦμός μου, 22b ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη. 31,23a φόβος γὰρ κυρίου συνεῖχέ με, 23b καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. 31,24a εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, 24b εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, 31,25a εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι 25b καὶ εἰ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου. καίτοι ποῖον τοῦτο ἁμάρτημα; ὁρᾷς αὐτὸν οὐ προσδεδεμένον χρήμασιν; ὅρα φιλοσοφοῦντα καὶ μετὰ ἀληθείας