1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

63

τοὺς ἵππους, καὶ εἷς ὁ καλλωπισμὸς ἀμφοτέρων· καὶ ἀπὸ τῶν αὐτῶν βούλονται φαίνεσθαι λαμπρότεραι, ἀφ' ὧν καὶ τὰ ζεύγη, ἀφ' ὧν καὶ τὰ δέρματα τῶν παραπετασμάτων, ἔνθα φέρονται. Εἰπὲ, τί τὸ κέρδος, ἡμίονον ἢ ἵππον τῷ χρυσῷ κατακοσμεῖσθαι; ἡ δὲ γυνὴ τοσοῦτον ὄγκον χρυσίου περικειμένη καὶ λίθων, τί τὸ πλέον ἔχει; Ἀλλ' οὐκ ἐκτρίβεται τὰ χρυσία, φησί. Μάλιστα μὲν καὶ τοῦτο πάσχειν φασὶν οἱ περὶ ταῦτα δεινοὶ, ὅτι ἐν βαλανείοις καὶ πολλαχοῦ καὶ λίθοι καὶ χρυσία πολὺ τῆς τιμῆς ἀποτίθεται πλὴν ἀλλ' ἔστω τοῦτο, καὶ μηδὲν βλαπτέσθω· τί τὸ κέρδος, εἰπέ μοι; τί δέ; ὅταν ἐκπέσῃ καὶ ἀπόληται, οὐχὶ ζημία; τί δέ; ὅταν φθόνον ἐπισπάσηται καὶ ἐπιβουλὴν, οὐχὶ ζημία; Ὅταν γὰρ 62.260 ὠφελῇ μὲν μηδὲν τὴν περικειμένην, ἐκκαίῃ δὲ τοὺς τῶν φθονερῶν ὀφθαλμοὺς, καὶ τοὺς λῃστὰς διεγείρῃ μᾶλλον, οὐχὶ ζημία γίνεται; Τί δὲ, εἰπέ μοι; ὅταν ἐξὸν τῷ ἀνδρὶ χρήσασθαι τούτοις εἰς πρᾶγμα κέρδος φέρον, μὴ δύνηται δὲ διὰ τὴν τῆς γυναικὸς πολυτέλειαν, ἀλλ' ἀναγκάζηται λιμώττειν καὶ στενοχωρεῖσθαι, κἀκείνην ὁρᾷν χρυσοφοροῦσαν, οὐχὶ ζημία τὸ πρᾶγμα; Χρήματα γὰρ διὰ τοῦτο εἴρηται, οὐχ ἵνα οὕτω χρώμεθα αὐτοῖς, καθάπερ αἱ προθῆκαι τῶν χρυσοχόων, ἀλλ' ἵνα ἐργαζώμεθά τι καλὸν ἐν αὐτοῖς. Ὅταν οὖν ὁ τοῦ χρυσοῦ πόθος μὴ ἀφῇ, οὐχὶ ζημία ἐστὶ τὸ πᾶν; Ὁ γὰρ μὴ τολμῶν αὐτοῖς χρήσασθαι ὥσπερ ἀλλοτρίοις, οὐ κέχρηται, καὶ οὐκ ἔστι χρῆσις οὐδαμοῦ. Τί δὲ, ὅταν οἰκίας οἰκοδομῶμεν λαμπρὰς καὶ μεγάλας, καὶ κίοσι καὶ μαρμάροις καὶ στοαῖς καὶ περιπάτοις ταύτας κατακοσμῶμεν, εἴδωλα πανταχοῦ καὶ ξόανα ἱστῶντες; Πολλοὶ μὲν οὖν ἀπὸ τούτων καὶ δαίμονας καλοῦσι· πλὴν ἀλλὰ μὴ ταῦτα ἐξετάσωμεν. Τί βούλεται καὶ ὁ χρυσοῦς ὄροφος; οὐχὶ τὴν αὐτὴν τῷ μετὰ συμμετρίας οἰκίαν ἔχοντι παρέχεται τὴν χρῆσιν; Ἀλλ' ἔχει, φησὶ, τέρψιν πολλήν. Ἀλλὰ μέχρις ἡμέρας μιᾶς καὶ δευτέρας, λοιπὸν δὲ οὐκέτι. Εἰ γὰρ ὁ ἥλιος ἡμᾶς οὐκ ἐκπλήττει διὰ τὸ ἐν συνηθείᾳ εἶναι, πολλῷ μᾶλλον τὰ ἔργα τῆς τέχνης· ἀλλ' ὁμοίως τοῖς πηλίνοις, αὐτοῖς προσέχομεν. Τί γὰρ, εἰπέ μοι, εἰς ἀρίστην οἴκησιν κιόνων πλῆθος καὶ ξοάνων κάλλη καὶ χρυσὸς τοῖς τοίχοις διεσπαρμένος συμβάλλεται; Οὐδὲν, ἀλλὰ βλακείας καὶ ὕβρεως καὶ τύφου περιττοῦ καὶ ἀνοίας ἐστί. Πανταχοῦ δὲ ἡμᾶς τῶν ἀναγκαίων εἶναι χρὴ καὶ τῶν ἐν χρείᾳ, οὐ τῶν περιττῶν. δʹ. Ὁρᾷς ὅτι ζημία τὸ πρᾶγμα; ὁρᾷς ὅτι περιττὸν καὶ ἀνόνητόν ἐστιν; Εἰ γὰρ μήτε χρείαν παρέχει πλείονα, μήτε τέρψιν (προσκορὴς γὰρ τῷ χρόνῳ γίνεται), οὐδὲν ἕτερόν ἐστιν ἢ ζημία. Ἀλλ' οὐκ ἀφίησι τοῦτο ὁρᾷν ἡ κενοδοξία κωλύουσα. Εἶτα ὁ μὲν Παῦλος ἅπερ ἐνόμιζεν εἶναι κέρδη, ταῦτα εἴασεν· ἡμεῖς δὲ οὐδὲ τὴν ζημίαν ἀφῶμεν διὰ τὸν Χριστόν; Μέχρι πότε τῇ γῇ προσηλώμεθα; μέχρι τίνος οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν; Οὐχ ὁρᾶτε τοὺς γεγηρακότας, πῶς οὐδεμίαν τῶν παρελθόντων ἔχουσιν αἴσθησιν; οὐχ ὁρᾶτε τοὺς τελευτῶντας, τοὺς ἐν γήρᾳ, τοὺς ἐν νεότητι; οὐχ ὁρᾶτε τοὺς ἐν τῷ ζῇν ἀπεστερημένους αὐτῶν; Τί τοῖς ἀστάτοις προστετήκαμεν; τί προσδεδέμεθα τοῖς ἀβεβαίοις; μέχρι τίνος οὐκ ἀντιλαμβανόμεθα τῶν μενόντων; Τί οὐκ ἂν ἔδωκαν οἱ γέροντες, εἴ γε ἐνῆν ἀποξέσαι τὸ γῆρας; Εἶτα πόσης οὐκ ἔστιν ἀλογίας, βούλεσθαι μὲν ἐπὶ τὴν νεότητα τὴν προτέραν ἐπανελθεῖν, καὶ πάντα εὐκόλως ἂν ὑπὲρ τούτου δοῦναι, ὥστε γενέσθαι νεώτερον, παρὸν δὲ νεότητα λαβεῖν οὐδέποτε γῆρας ἔχουσαν καὶ νεότητα μετὰ πλούτου πολλοῦ πολὺ πνευματικωτέραν, μηδὲ μικρὸν βούλεσθαι προέσθαι, ἀλλὰ κατέχειν τὰ μηδὲν εἰς τὸ παρὸν ὠφελοῦντα; Θανάτου σε ἐξελέσθαι οὐ δύναται, νόσον 62.261 ἀπελάσαι οὐκ ἰσχύει, γῆρας κωλῦσαι, οὐδὲν τούτων τῶν ἀναγκαίων καὶ κατὰ τὸν τῆς φύσεως νόμον παραγινομένων· καὶ ἔτι αὐτῶν ἔχῃ; Τί τὸ κέρδος, εἰπέ μοι; Ἐντεῦθεν μέθη, γαστριμαργία, ἡδοναὶ ἄτοποι καὶ παντοδαπαὶ, πικρῶν