1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

63

ἂν ταγείη καὶ οὗτος ὁ καὶ τοῖς ἑπτὰ τὸ οὕτως εἶναι πάνυ πονηροὺς στρατηγήσας; καὶ τὰ δέκα φησὶ κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον. περὶ τούτων τῶν δέκα βασιλέων ἤτοι κεράτων ὁ σοφώτατος προφήτης ∆ανιὴλ διείληφεν ἐκ τῆς Ῥωμαίων ἀρχῆς λέγων· αὐτοὺς ἀνίστασθαι ἐν τοῖς ἐσχάτοις χρόνοις ὧν ἐν μέσῳ ὁ ἀντίχριστος ἀναστήσεται. διὰ τοῦτο οὖν φησι βασιλείαν οὔπω ἔλαβον ἀλλ' ἔξουσιν ὡς βασιλεῖς. καλῶς ὡς βασιλεῖς διὰ τὸ ὠκύμορον καὶ σκιῶδες τῆς βασιλείας αὐτῶν. εἶτα ἐπάγει μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου. θηρίον ἐνταῦθα τὸν ἀντίχριστον καλεῖ. ἐπεὶ καὶ ἐν τοῖς προλαβοῦσιν οὕτως αὐτὸν κέκληκεν εἰπὼν καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίου. τὸ δὲ μίαν ὥραν βασιλεῦσαι 190 αὐτοὺς ἢ τὸ ὀλιγοχρόνιον τῆς βασιλείας αὐτῶν αἰνίττεται, ἢ μίαν ἔτους ὥραν καὶ τροπήν. οὗτοί φησι μίαν γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. εἰ γὰρ καὶ ἐναντίοι εἰσὶν ἑαυτοῖς περὶ τὰς γνώμας οἱ ἐσόμενοι δέκα βασιλεῖς, ἀλλ' ἐν τούτῳ ἔσται αὐτοῖς μία γνώμη, ἐν τῷ δοῦναι τὴν δύναμιν αὐτῶν καὶ τὴν ἐξουσίαν τῷ θηρίῳ, τουτέστι τῷ ἀντιχρίστῳ. ἡττηθήσονται γὰρ ὑπ' αὐτοῦ καὶ μόνος λοιπὸν ἐκεῖνος πάντων κατάρξει. ἀλλ' εἰ καὶ παρὰ γνώμην ἡττηθήσονται, ὅμως ἐπειδὴ οἱ δέκα τὸ αὐτὸ πάθος τῆς ἥττης καὶ τῆς καθαιρέσεως πάθωσι, μίαν αὐτοὺς ἔφη γνώμην ἔχειν· ὥσει ἔλεγεν ὥσπερ ἐκ συμφωνίας καὶ ὁμογνωμοσύνης οἱ δέκα ἡττηθήσονται τῷ ἀντιχρίστῳ. οὗτοί φησι μετὰ τοῦ ἀρνίου πολεμήσουσι. πρὶν γὰρ ὅλως ὑπὸ τοῦ ἀντιχρίστου καθαιρεθῆναι, διώξουσι τὴν ἐκκλησίαν οὗτοι περὶ ὧν ὁ λόγος. ἀλλ' ὁ Χριστὸς νικήσει· κακοὺς γὰρ ὄντας αὐτοὺς κακίονι παραδώσει τῷ ἀντιχρίστῳ πρὸς θάνατον. καὶ κατ' ἄλλο δὲ ὁ Χριστὸς νικήσει, τῶν αὐτοῦ δούλων μέχρι θανάτου ὑπὲρ τῆς εἰς αὐτὸν ἀγωνιζομένων πίστεως· κλητοὶ γάρ εἰσί φησι καὶ ἐκλεκτοὶ καὶ πιστοί, οἱ τοῦ Χριστοῦ τουτέστι δοῦλοι. καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ἔθνη εἰσὶν καὶ ὄχλοι καὶ γλῶσσαι. καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισοῦσι τὴν πόρνην, καὶ ἐρη μωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· ὁ γὰρ Θεὸς δέδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ. καὶ ἡ γυνὴ ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς. 191 τὰ ὕδατα ἔφη ἐφ' ὧν ἡ πόρνη κάθηται, λαοὺς καὶ ἔθνη, ἐφ' οὗς δηλαδὴ τὴν βασιλείαν ἡ πόλις ἔχει. πῶς δὲ ἐρημωθήσεται ὑπὸ τῶν βασιλέων ἡ Ῥώμη; ταύτην γὰρ ἐνοήσαμεν δηλοῦσθαι διὰ τῆς ἀποκαλύψεως. ἴσως αὐτοῖς ἔσται περιμάχητος ὡς βασιλὶς καὶ ὀχυρὰ καὶ πολυάνθρωπος καὶ φόρους δεχομένη. ἐν τῷ οὖν περὶ αὐτῆς πολέμῳ ἐπάναγκες αὐτὴν ἆθλον νίκης κειμένην ὑπὸ πάντων πάσχειν κακῶς, πυρπολουμένην καὶ ἐρημουμένην. ὁ γὰρ Θεός φησιν ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτῶν. Θεοῦ φησι συγχωροῦντος, ταῦτα πείσεται ὑπὸ τῶν ἀντεχομένων αὐτῆς καὶ ἑλεῖν ἐθελόντων. καὶ ποιῆσαί φησι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν τῷ θηρίῳ. καὶ ὥσπερ ἐκ μιᾶς γνώμης ὑποχειρίους παραδοθῆναι τῷ ἀντιχρίστῳ, καθὼς ἔμπροσθεν εἴρηται, ἄχρι φησὶ τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ. ὑποχείριοί φησιν γενήσονται τῷ θηρίῳ ἄχρις οὗ καὶ ἡ κατὰ τοῦ ἀντιχρίστου τιμωρία φθάσει καὶ τέλος λάβοι τὰ εἰρημένα διὰ τῶν προφητῶν ὑπὸ τοῦ Θεοῦ, καὶ ἐπ' αὐτῷ. σαφέστερον δὲ τὰ κατὰ τὴν πόλιν περὶ ἧς ὁ λόγος σημᾶναι θέλων, ἐπάγει ὅτι ἔστιν ἡ γυνὴ ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα κατὰ πάντων τὴν βασιλείαν. μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρα νοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δοξῆς αὐτοῦ. καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαι μονίων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυ 192 λακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπτωκε πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς