63
τὴν ψυχὴν ἐνεφύσησας· εἰ δὲ δεῖ τῇ ἀρχῇ πᾶσαν τῆς φύσεως τὴν ὁδὸν τεκμη ριῶσαι, πρότερον ἐγὼ τῆς δημιουργίας ἀπήλαυσα, εἶθ' οὕτως τὴν ζωτικήν μοι τῆς ψυχῆς ἐνέθηκας δύ ναμιν. Ἀπήλαυσα καὶ τῆς ἐν παραδείσῳ διαίτης μετ' αὐτῆς ἐγώ· κοινῇ τὸν τῆς κυήσεως ἐν τῇ μήτρᾳ συνδιηγάγομεν χρόνον. Κοινῇ τῶν ὠδίνων λυθέντων εἰς τόνδε τὸν βίον ἐξεληλύθαμεν, καὶ τοῦδε τοῦ φωτὸς 83.732 ἀπηλαύσαμεν, καὶ τοῦ ἀέρος τὴν χρείαν ἐσπάσαμεν· κοινῇ τὸν βίον ὡδεύσαμεν. Οὐδὲν αὐτὴ καθ' αὑτὴν τῶν ἀγαθῶν εἰργάσατο πώποτε, ἀλλ' ἐμοὶ τῇ σαρκὶ συνεργῷ κεχρημένη, τὸν τῆς ἀρετῆς συνήγαγε πλοῦτον. Ἐγὼ τὰς ἀπὸ νηστείας ἀγρυπνίας τε καὶ χαμευνίας, καὶ τῆς ἄλλης ἁπάσης κακουχίας τηκε δόνας δεχομένη, τὸν ἐντεῦθεν αὐτῇ συνήθροισα πλοῦ τον. Ἐγὼ δάκρυον ἐχορήγουν προσευχομένῃ· ἐγὼ τὴν καρδίαν αὐτῇ πρὸς ὑπουργίαν πνεύματος παρ ειχόμην στένειν ἐπειγομένῃ. ∆ιὰ τῆς ἐμῆς γλώττης ὑμνοῦσά σε διετέλεσε· τοῖς ἐμοῖς χείλεσιν ὀργάνοις κεχρημένη, σοὶ τὰς αἰτήσεις προσ έφερε· τὰς ἐμὰς χεῖρας εἰς οὐρανὸν ἐκτείνουσα, τῆς σῆς φιλανθρωπίας ἐδρέπετο τοὺς καρπούς· ἐπὶ τῶν ἐμῶν φερομένη ποδῶν, ἔτρεχε πρὸς τοὺς ἱερούς σου σηκούς. Ἐγὼ παρεῖχον αὐτῇ τὰς ἀκοὰς, εἰς τὴν τῶν σῶν λογίων ὑποδοχήν· τοῖς ἐμοῖς ὀφθαλμοῖς κεχρημένη, ἥλιον ὁρῶσα καὶ σελήνην, καὶ τὸν τῶν ἀστέρων χορὸν, καὶ οὐρανὸν, καὶ γῆν, καὶ θά λασσαν, καὶ πᾶσαν τὴν ὁρωμένην κτίσιν, πρὸς τὴν σὴν θεωρίαν ἐποδηγεῖτο, καὶ ἐκ τοῦ μεγέθους καὶ ἐκ τοῦ κάλλους τῶν ὁρωμένων, σὲ τὸν ∆ημιουρ γὸν ἐφαντάζετο. ∆ιὰ τῶν ἐμῶν ὀφθαλμῶν, τὸν ἐν τοῖς Γράμμασι κεκρυμμένον ἐλῄστευσε θησαυ ρόν. Τοῖς ἐμοῖς δακτύλοις ὀργάνοις κεχρημένη, τὰς θείας σου διδασκαλίας γράμμασιν ἐνεχάραξε, καὶ ἀθάνατον τὴν τούτων καταλέλοιπε μνήμην. ∆ιὰ τῶν ἐμῶν χειρῶν, τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην εὐκ τηρίους οἴκους ἀνέστησεν. Ἐμοὶ συνεργῷ κεχρη μένη, τοὺς τῆς ἀγάπης ἐπλήρωσε νόμους· διὰ τῶν ἐμῶν χειρῶν, τῶν ἁγίων τοὺς πόδας ἔνιψε· διὰ τῶν ἐμῶν χειρῶν θλιβομένοις ἐπήρκεσε, τὰ πεπονη κότα σώματα θεραπείας ἠξίωσε. Μὴ τοίνυν με, ∆έσποτα, χωρίσῃς ὁμόζυγος ἄνωθεν συζευχθείσης μοι, μηδὲ διαζεύξῃς συζυγίαν, οὐχ ἁπλῶς οὕτως ἐκ τοῦ συμβάντος γεγενημένην, ἄνωθεν δὲ ὑπὸ τῆς σῆς κληρωθεῖσαν δημιουργίας· ἀλλ' ἕνα στέφανον τοῖς ἕνα δρόμον δεδραμηκόσιν ἀπόδος· τοῦτο γὰρ τῆς σῆς ἰσότητος ἴδιον· τοῦτο πρέπει τῇ δικαίᾳ σου ψήφῳ. Ταῦτα ἂν εἴποι καὶ τὸ σῶμα, τὸ καλῶς τῇ ψυχῇ συναγωνισάμενον, εἴ τινος μεταλάβοι φωνῆς. Ἀλλ' οὔτε τὸ σῶμα ταῦτα ἐρεῖ, οὔτε ἐκείνη ἡ παρα νομίᾳ συνεζηκυῖα ψυχή. Οὐ δεῖται γὰρ ἱκετείας τοιαύτης ὁ κριτής· ἀλλ' ὥσπερ ἰθύνει σοφῶς, οὕτω δικάζει δικαίως· καὶ τὰ σώματα ταῖς ψυχαῖς ἀποδι δοὺς, οὕτως ἀπονέμει τὰ πρὸς ἀξίαν ἁπάσαις. Πῶς γὰρ οὐκ ἄτοπον, ἀριστέα μὲν ἐν παρατάξει νίκην νενικηκότα τινὰ, εἰκόνι παρὰ τῶν ὁμοφύλων τιμώ μενον, μετὰ τῆς σκευῆς ἐκείνης, ᾗ χρώμενος τοὺς πολεμίους ἐτρέψατο, ἢ γράφεσθαι, ἢ πλάττεσθαι, ἢ διαγλύφεσθαι, εἴτε λίθος, εἴτε χαλκὸς εἴη, εἴτε σανὶς, τῆς εἰκόνος ἡ ὕλη· καὶ εἰ μὲν τόξοις κεχρημένος ἐνίκησε, μετὰ τῶν τόξων αὐτῶν ἐκτυποῦσθαι· εἰ δὲ αἰχμῇ, καὶ κράνει, καὶ ἀσπίδι, μετὰ ταύτης αὖ πά 83.733 λιν τῆς σκευῆς· τὴν δὲ ψυχὴν μετὰ τοῦ σώματος ἀγωνισαμένην, καὶ τῶν ἀοράτων πολεμίων περιγε νομένην, καὶ ζωγράφου τυχοῦσαν τοῦ τῶν ὅλων ∆η μιουργοῦ, γυμνὴν στῆναι, τῆς πανοπλίας ἐστερημέ νην; Οὐ μόνον δὲ στρατηγὸν ἔστιν ἰδεῖν οὕτω τιμώ μενον, ἀλλὰ καὶ ἀθλητὴν, καὶ πύκτην, καὶ δρομέα, καὶ τραγῳδίας ὑποκριτὴν, καὶ ἁρμάτων ἡνίοχον. Τούτων γὰρ ἕκαστος μεθ' οὗ ἐνίκησε σχήματος, τὴν στάσιν ἐν ταῖς εἰκόσι λαγχάνουσι. Καὶ ὁ μὲν, ἕστηκε μετὰ τῶν ἀκριβάντων, καὶ τῆς στρατηγικῆς στολῆς, Οἰνομάου τινὸς, ἢ Κρέοντος προσωπεῖον ἔχων, μο νονουχὶ λέγων πρὸς ἅπαντας, ὅτι μετὰ τούτων ὑπ εκρινάμην, καὶ μετὰ τούτων νενίκηκα. Ὁ δὲ γυμνὸς τρέχει, διδάσκων τοῦ ἀγῶνος τὸ εἶδος· ὁ δὲ παλαίειν δοκεῖ, ἢ καὶ