1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

64

ἐπανέχειν νόμῳ ἐὰν διὰ τὸ φοβεῖσθαι κόλασιν τοῦτο ποιῶσιν, οὐκ ἔχουσιν "τὸ θέλημα ἑαυτῶν ἐν τῷ νόμῳ κυρίου". ἐὰν γοῦν τις πείσῃ αὐτούς, ὅτι οὐκ ἔνι κόλασις, πάντα τὰ ἀπηγορευμένα πράττουσιν. ὁ δὲ ἔχων "τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ κυρίου", κἂν μυρίαι πεῖραι, κἂν κολάσεις πολλαὶ ἐπηρτημέναι αὐτῷ ὦσιν, οὐκ ἀφίσταται τοῦ θελήματος τοῦ νόμου. οἷοι ἦσαν οἱ Μακκαβαῖοι, οἷοι ἐτύγχανον οἱ καθ' ἡμᾶς μάρτυρες τῆς ἀληθείας. ὥσπερ οὖν οὐ λέγει πρότερον τὸν τέλειον ἄνδρα ἀπεσχῆσθαι τῶν κακῶν τῷ ἔχειν τὸ θέλημα τὸ ἴδιον ἐν τῷ νόμῳ κυρίου, καὶ ἐνταῦθα εἰπὼν τὰ προσόντα ἀγαθὰ λέγει λοιπὸν ἃ ἀπαγορεύει καὶ λέγει ὅτι· ἐπειδὴ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐλπίσας ἐπὶ σοὶ οὐκ ἀσθενῶ ἔχων τὸ ἔλεός σου πρὸ ὀφθαλμῶν μου, ἐπεὶ τοιοῦτός εἰμι, "οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος". οὐκ ἄλλο μέ τι διεῖλεν τῆς ματαιότητος τοῦ συνεδρίου ἢ τὸ ἐν τοιούτῳ βίῳ εἶναι· βίος γὰρ διαιρείτω τῶν ἀνθρώπων, μὴ τόπος. τὸν σπουδαῖον ἀρετὴ διαιρεῖ ἀπὸ τῶν χυδαίων ἀνθρώπων, ἐπιστήμη διαστέλλει ἀπὸ τῶν ἀμαθῶν τὸν ἔχοντα. οὕτω καὶ ἐνταῦθα ὁ πορευθεὶς ἐν ἀκακίᾳ καὶ ἐλπίδα τὸν θεὸν ἔχων καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ οὐκ ἀσθενήσων "οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος". καὶ ὧδε δύναταί τις εἰπεῖν· "τὸ παιδίον καὶ τὸ ἄλογον καὶ τὸ ἄψυχον οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος". -ἀλλ' ἐκεῖνα οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος τῷ μὴ πεφυκέναι, οὐ τῷ ἐν ἀκακίᾳ πεπορεῦσθαι καὶ ἠλπικέναι ἐπὶ τῷ θεῷ. "καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω". οὐ συνκατεθέμην ποτὲ τοῖς μάταια βουλευομένοις καὶ συνεδριάζουσιν ἕνεκα τοῦ τοιαῦτα πράττειν οὐδὲ μετὰ παρανόμων εἰσῆλθον. οὐ μόνον οὐκ ἐκάθισα, ἀλλ' οὐδὲ εἰςῆλθον· μετὰ γὰρ τὴν εἴσοδον ἡ κάθισις ἡ ἐν συνεδρίῳ ἐστίν. ταύτης τῆς προαιρέσεως καὶ ἀρετῆς τυγχάνων καὶ ὁ Ἰηρεμίας ἔλεγεν· "οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων, ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου τῆς χειρός σου· κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην"· ταῦτα γὰρ πρὸς τὸν παντοκράτορα λέγει. ταὐτόν ἐστιν τὸ παίζειν καὶ τὸ μάταια βουλεύεσθαι· οὐ γὰρ ὧδε τὸ παίγνιον ἐπαινετόν ἐστιν, ἀλλὰ τοιοῦτον τυγχάνει οἷον εἶχον οἱ μοσχοποιήσαντες· "ἐκάθισαν" γάρ, φησίν, "φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν". τὸ οὕτω παίζειν ἀπηγορευμένον τυγχάνει. "οὐκ ἐκάθισα" οὖν "μετὰ συνεδρίου παιζόντων". καὶ πολλάκις ἀποδέδεικται, ὅτι τὰ ἐπιπόλαια τοῦ βίου πράγματα τὰ βλάπτοντα μᾶλλον ἢ ὠφελοῦντα, τὰ εὐσάλευτα, μάταια λέγεται. ὁ σπουδὴν ἔχων μετὰ τοιούτων ἀνθρώπων, κἂν μὴ τοπικῶς καθίσῃ μετ' αὐτῶν, ἐστὶν ἐν τῷ τῆς μαται95 ότητος συνεδρίῳ καθήμενος. "καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω". παρανομοῦντας ὧδε λέγει τοὺς παραβαίνοντας τὸν νόμον, οὐ τοὺς μηδ' ὅλως ἐσχηκότας νόμον-ἐκεῖνοι δὲ ἄνομοι καὶ ἀνομοῦντές εἰσιν-, ἐπεὶ πόρρω ἦν τῶν τοιούτων. ἐπερ · "οὐ μὴ εἰσέλθω"; -ἀντὶ τοῦ· οὐκ εἰσῆλθον εἰς τὴν παρανομίαν· τὸ γὰρ εἰσελθεῖν μετὰ παρανομούντων, τουτέστιν τὸ παρανομῆσαι, ὡς τὸ εἰσελθεῖν εἰς τὴν ἀρετὴν τὸ κατὰ ἀρετὴν ἐνεργῆσαι σημαίνει. 5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. οἱ πονηρευόμενοι ἢ οἱ αὐτοί εἰσιν τοῖς συνεδριάζουσιν ματαίως ἢ οὐ μακράν εἰσιν αὐτῶν. καὶ τάχα οἱ περὶ πρακτικὰ ἁμαρτάνοντες ἐπὶ ματαίοις συνεδριάζουσιν, οἱ δὲ ψευδῆ φρονοῦντες καὶ αἱρεθικὰς γνώμας ἔχοντες ἐκκλησία εἰσὶν πονηρευομένων. εὖ δὲ καὶ τὸ φάναι "πονηρευομένων". οὐδεὶς κατὰ φύσιν πονηρὸς λέγεται πονηρεύεσθαι, ἀλλ' ὁ πεφυκὼς μὲν πρὸς τὸ οὕτως ἐνεργεῖν, δυνάμενος δὲ ἐκτὸς εἶναι τῆς ἐνεργείας. 6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου. ὁ λέγων· "ἐν ἀκακίᾳ μου ἐπορεύθην", καὶ λέγων· "δοκίμασόν με καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου", λέγει· "νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου". λέγομεν τοῦτο· τὰ πρότερον κατορθώματα ψυχικὰ ἦσαν· διάθεσιν ἐσήμαινον τοῦ παρρησιαζομένου τὸ μὴ ἔχειν