1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

65

Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· καὶ, ὅτι Ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν.

ΕΡΩΤΗΣΙΣ Τʹ. Τίς ὁ τρόπος τῆς ἐπιστροφῆς, ὅτε περὶ ἀοράτου ἐστὶν ὁ λόγος. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὲν τρόπος τῆς ἐπιστροφῆς ἐν ἐκείνῳ τῷ ἐρω τήματι δηλοῦται, ἐν τῷ, πῶς ἀπὸ τῶν ἁμαρτημάτων 31.1296 ἐπιστρέφειν χρή· τὸ δὲ περὶ ἀοράτου εἶναι τὸν λό γον, μνημονεύσωμεν τοῦ Κυρίου, ὅτι Οὐδέν ἐστι κρυπτὸν, ὃ οὐ γνωσθήσεται· καὶ, ὅτι Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα.

ΕΡΩΤΗΣΙΣ ΤΑʹ. Ἐὰν δὲ εἴπῃ, ὅτι Οὐ καταγινώσκει μου τὸ συν ειδός. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο καὶ ἐπὶ τῶν σωματικῶν παθῶν συμβαίνει. Πολλὰ γάρ ἐστι πάθη, ὧν οὐκ ἐπαισθάνονται οἱ ἀσθε νοῦντες· τῇ μέντοιγε τῶν ἰατρῶν σημειώσει πι στεύουσι μᾶλλον, ἢ τῇ ἑαυτῶν ἀναισθησίᾳ προσ έχουσιν. Οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν, τουτ έστιν, ἐπὶ τῶν ἁμαρτημάτων, κἂν ἑαυτοῦ τις μὴ καταγινώσκῃ, μὴ ἐπαισθανόμενος τοῦ ἁμαρτήματος, πιστεύειν μέντοιγε ὀφείλει τοῖς δυναμένοις πλέον ἰδεῖν τὰ ἐκείνου· τοῦτο δειξάντων μὲν τῶν ἁγίων ἀπο στόλων, ὅτε, ἐν πληροφορίᾳ ὄντες τῆς ἑαυτῶν εἰλι κρινοῦς πρὸς τὸν Κύριον διαθέσεως, καὶ ἀκού σαντες, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με, τῷ λόγῳ τοῦ Κυρίου ἐπίστευσαν μᾶλλον, καὶ διεφέροντο λέ γοντες· Μήτι ἐγώ εἰμι, Κύριε; σαφέστερον δὲ ἡμᾶς τοῦ ἁγίου Πέτρου διδάσκοντος, ὃς διαπύρῳ μὲν ταπεινοφροσύνῃ παραιτεῖται τὴν ὑπηρεσίαν τοῦ ∆εσπότου καὶ Θεοῦ καὶ διδασκάλου· πληροφορίᾳ δὲ τῆς ἀληθείας τῶν τοῦ Κυρίου ῥημάτων ἀκούσας, ὅτι Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, λέγει· Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν.

ΕΡΩΤΗΣΙΣ ΤΒʹ. Εἰ χρὴ ἀπὸ τῆς οἰκονομίας διδόναι τοῖς ἐνδεέσι τῶν ἔξωθεν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, ὅτι Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις· τὰ διατεταγμένα τοῖς ἀνακειμένοις Θεῷ οὐκ ἀναγκαῖον εἰς ἀδιαφόρους παραναλίσκειν. Εἰ δὲ δυνατὸν γενέσθαι τὸ εἰρημένον ὑπὸ τῆς ἐπαινουμένης ἐν πίστει γυναικὸς, ὅτι Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψι χίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυ ρίων αὑτῶν· ἐν τῇ τοῦ οἰκονόμου ἀνακείσθω δοκι μασίᾳ μετὰ κοινῆς τῶν μετ' αὐτὸν προεχόντων γνώ μης· ἵνα ἐκ τοῦ περισσεύματος ὁ ἥλιος, καθὼς γέ γραπται, ἀνατείλῃ ἐπὶ πονηροὺς καὶ ἀγαθούς. ΕΡΩΤΗΣΙΣ ΤΓʹ. Εἰ χρὴ τοῖς παρὰ πάντων λεγομένοις ὑπακούειν ἐν ἀδελφότητι ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα τοῦτο πολλὴν δυσχέρειαν ἔχει τῆς 31.1297 ἀποκρίσεως. Πρῶτον μὲν, ὅτι ἀταξίας ἔμφασιν φα νερῶς δίδωσιν ἐν τῷ παρὰ πάντων λέγεσθαί τι, τοῦ Ἀποστόλου λέγοντος· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· καὶ τοῦ αὐτοῦ ἐν τοῖς μερισμοῖς τῶν χαρισμάτων, ἴδιον ἑκά στου τῶν λαλούντων τὸ τάγμα τάξαντος, ἐν τῷ εἰπεῖν· Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ ἐν τῷ ὑποδείγματι τῶν μελῶν τοῦ σώ ματος σαφῶς μὲν παριστῶντος ἐν μέρει εἶναι τὸ μέρος τοῦ λαλοῦντος, ἀκριβέστερον δὲ διευκρινοῦντος ἐν τῷ εἰπεῖν· Εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, καὶ τὰ λοιπά· ὡς δῆλον ἐκ τούτων εἶναι μὴ πάντα πᾶσιν ἐπιτε τράφθαι, ἕκαστον δὲ ἰδίᾳ κλήσει μένειν, καὶ κατορ θοῦν ἐπιμελέστερον τὸ ὑπὸ τοῦ Κυρίου πιστευθέν. ∆εῖ τοίνυν τὸν μὲν προεστῶτα τοῦ κοινοῦ, καὶ διατασσόμενον τοῖς πᾶσι, μετὰ πολλῆς δοκιμασίας ἐγχειρισθῆναι τὴν φροντίδα ταύτην, καὶ ἑκάστῳ κατὰ τὸ πρέπον ἐπαγρυπνεῖν τῇ μερίμνῃ, ὅπως εὐαρέστως τῷ Θεῷ, καὶ ἐστοχασμένως τῆς ἑκάστου ἐπιτηδειότητός τε καὶ δυνάμεως πρὸς τὸ κοινῇ συμφέ ρον διατάσσηται, καὶ ἐπιτάσσῃ· τοὺς δὲ ὑπηκόους, τῆς εὐταξίας φυλαττομένης, καὶ τῆς ὑπακοῆς τὸ ἴδιον μέτρον γνωριζούσης, μεμνῆσθαι τοῦ Κυρίου λέγοντος· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει· κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολου θοῦσί μοι· κἀγὼ ζωὴν αἰώνιον