65
ἀδικίαν ἐν νεφροῖς καὶ καρδίᾳ, τὸ ἐν ἀκακίᾳ πεπορεῦσθαι, τὸ ἐλπίζειν ἐπὶ τῷ θεῷ, τὸ παρρησιάζεσθαι καὶ λέγειν· "δοκί μασόν με καὶ πείρασόν με". ἐπεὶ τοίνυν οὕτως εἰμὶ κατὰ τὴν γνώμην, καὶ τὰς πράξεις ἔχω καθαράς. ἡ διάθεσις ἀπέπλυνέν μου τὰς πράξεις. "νίψομαι" οὖν "ἐν ἀθῴοις τὰς χεῖράς μου"· οὐ γὰρ ἀρκοῦμαι μόνον τῇ διαθέσει. 6 καὶ κυκλώσω τὸ θυσιατήριόν σου, κύριε. καὶ οἱ ἱερεῖς κατὰ τὸν νόμον νιπτόμενοι ἐκύκλουν τὸ θυσιαστήριον. διδάσκει δὲ τὸ τοιοῦτον θέσπισμα, ὅτι δεῖ καθαρὸν εἶναι καὶ πράξεσιν τὸν ἱερώμενον. ἀμέλει γοῦν κατεσκευάσθη λουτὴρ εἰς τὸ νίπτεσθαι "τοὺς πόδας καὶ τὰς χεῖρας" οὐκ ἐξ ἄλλης ὕλης ἢ ἐκ τῶν καθόπτρων. ἔλαβεν ὁ Μωυσῆς πολλὰ χρυσία καὶ ἄλλα σκεύη παρὰ τῶν Ἑβραίων εἰς τὸ κατασκευάσαι πολλὰ τοῦ ναοῦ σκεύη, λυχνίαν, τράπεζαν. καὶ τὰ μὲν ἐξ ἀργύρου, τὰ δὲ ἐκ χρυσοῦ, τὸν λουτῆρα δὲ ἐκ τῶν καθόπτρων τῶν γυναικῶν κατεσκεύασεν διδάςκων, ὅτι πλυνόμενός τις τὰς πράξεις ἑαυτοῦ καὶ τὰς πορευτικὰς τῆς ψυχῆς δυνάμεις εἰσοπτρίζεσθαι ἑαυτὸν ὀφείλει. ὅτι δὲ ἡ τοιαύτη ἀγωγὴ ἔσοπτρον λέγεται, καὶ Ἰάκωβος γράφει· τὸν "ἀκροατὴν ἐπιλησμονῆς γενόμενον" καὶ μὴ "ποιητὴν ἔργου" λέγει· "κατενόησεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐσόπτρῳ καὶ εὐθέως ἀπελήλυθεν καὶ ἐπελάθετο ὁποῖος ἦν". οὐκ ᾐτιάσατο τὸ κατανοῆσαι ἐν ἐσόπτρῳ τὸ πρόσωπον, ἀλλὰ 96 τὸ ἀποστῆναι εὐθέως. ὡς δὲ ὁ ἐσοπτριζόμενος ὅταν ἀποστῇ τοῦ καθόπτρου, οὐκέτι ὁρᾷ ἑαυτόν, οὕτως ὁ τῷ νόμῳ ἐπανέχων ἐὰν μὴ ποιητὴς ᾖ τοῦ νόμου, παρέρχεται κατὰ τὸν ἀφιστάμενον τοῦ ἐσόπτρου καὶ λήθην λαμβάνει τοῦ κατὰ τὴν . "ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου καθοπτριζόμεθα". ἐν τῷ λουτῆρι ἄρα τῷ ἐκ καθόπτρων γενομένῳ καὶ ὁ ἀπόστολος ἐνίπτετο τὰς χεῖρας καὶ τοὺς ἄλλους εἰς τοῦτο προετρέπετο. 7τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου. ὁρᾷς, ὅτι μετὰ τὴν νίψιν τῶν χειρῶν γίνεται καὶ τὸ ἰδεῖν τὰ θαυμάσια καὶ ἀκοῦσαι τὴν φωνὴν τῆς αἰνέσεως· οὐ γὰρ μέχρι πράξεως στῆναι δεῖ τὴν ἀρετήν, ἀλλὰ καὶ μέχρι θεωρίας καὶ αἰνέσεως, μέχρι τοῦ ἐπιγνῶναι αὐτὸ τὸ καλόν, τὴν ἀλήθειαν. 7καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. τὸ ἀκοῦσαι φωνὴν αἰνέσεως γίνεται πρὸς τὸ πάντα τὰ θαυμάσια τοῦ θεοῦ διηγήσασθαι. οὐκ ἔχει ὅλως ἐν τῷ ἰδίῳ λόγῳ ἄλλην διήγησιν ἢ τὴν περὶ τῶν θαυμασίων τοῦ θεοῦ. οὕτω δὲ ἱερεύς ἐστιν ὁ ταῦτα λέγων οὐχ ὁ ἐκ διαδοχῆς ἱερατεύων κατὰ τὰς ἐφημερίας τοῦ νόμου, ἀλλ' ὥσπερ Σαμουὴλ ἀεὶ ἐν τῷ οἴκῳ ἦν. καὶ ἕκαστος δὲ τῶν ἁγίων ὁ δυνάμενος εἰπεῖν· "ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ". καὶ ἐνταῦθα δὲ εἴρηται· "οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον". ὁ διὰ παντὸς ἔχων τοὺς ὀφθαλμοὺς ἑαυτοῦ πρὸς τὸν θεὸν κυκλοῖ τὸ θυσιαστήριον τοῦ θεοῦ. παραμένων αὐτῷ ἀεὶ ἀεὶ ἱερουργεῖ. 8κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. σκηνὴ καὶ οἶκος τίνι διαφέρει; πολλάκις εἴρηται ὅτι ἡ μὲν σκηνὴ προκοπὴν δηλοῖ· οἰκία γάρ ἐστιν ὁδευόντων, φορητὸς οἶκός ἐστιν. ὁ δὲ οἶκος ἵδρυται ἐν ἑνὶ τόπῳ. τὴν τελειότητα γοῦν σημαίνει. "καὶ τόπον σκηνώματος δόξης σου ἠγάπησα", ὅτε προέκοπτον. ἡ δόξα τοῦ σκηνώματος, τουτέστιν τῆς προκοπῆς, καὶ ἐν πρακτικῇ καὶ ἐν διανοητικῇ γίνεται ἀρετῇ. μεγαλοπρεπής ἐστιν οὗτος ὁ δυνάμενος εἰπεῖν· "πάντα, ἃ ὠφείλαμεν ποιῆσαι, πεποιήκαμεν". οὗτος μεγαλοπρεπής ἐστιν. κυρίως εὖ ἔχει τὸ πρέπον, ὅταν εἰς ἀρετὴν καὶ θεοσέβειαν γένηται. εὐπρεπής ἐστιν ὁ διὰ ἀγαμίας κατορθῶν "πῶς ἀρέσῃ τῷ κυρίῳ". ὁ ὢν "ἅγιος σώματι καὶ πνεύματι" εὐπρέπειαν ἔχει. τὴν εὐπρέπειαν οὖν τοῦ οἴκου σου ἠγάπησα, τὴν τελειότητα. 9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου. οὐ τοῦτο λέγει ὅτι· "δίκαιον ὄντα μή με κατακρίνῃς μετὰ τῶν ἀσεβῶν, μὴ εἰς ἐκείνους με ἑλκύσῃς". τότε δὲ οὐ συνκολάζεις με μετὰ τῶν ἀσεβῶν, ἐὰν κωλύῃς με εἰς ἀσέβειαν ἐλθεῖν. κωλύομαι δὲ εἰς ἀσέβειαν ἐλθεῖν, ἐὰν παραμείνῃ 97 μοι ἃ ὡμολόγησα ἔχειν κατορθώματα, ἐὰν μείνω ἐν ἀκακίᾳ