65
ἀποδῷ· καὶ οὐ μόνον 195 διπλᾶ, ἀλλὰ καὶ ἑπταπλασίονα. καὶ τοῦτο εἰδὼς ὁ προφήτης ἔλεγεν ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε, Κύριε, ἐκ τῆς αἰτήσεως τοῦ ἑπταπλασίονος τὸν Θεὸν ἐξαιτῶν περὶ τῆς κατ' ἀξίαν τῶν ἐχθρῶν τιμωρίας, ἀνθ' ὧν φησι δοξασθεῖσα καὶ κατασπαταλήσασα τοῦ παρόντος βίου πρόνοιαν οὐ πεποίηται τοῦ θείου θελήματος. ἀπόδοτε αὐτῇ. λέγει γάρ, οὐκ ἔσομαί ποτε τοῦ βασιλεύειν ἐστερημένη· τοῦτο γὰρ ἡ χήρα, ἡ οἷον τοῦ βασιλεύοντος ἔρημος. οὐδέ τι κακὸν ὄψομαι. διὰ οὖν τὴν μεγαλορρημοσύνην αὐτῆς ἥξει αὐτῇ ἅπαν ὁμοῦ κακόν· ἰσχυρὸς γάρ φησιν ὁ Θεὸς καὶ ὑπ' οὐδενὸς κωλυθήσεται κρίσιν αὐτῇ καὶ κόλασιν ἐπαγαγεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐλευθέρους γενέσθαι χάριτι τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν αὐτοῦ ἐπίγνωσιν καὶ ἐλπίδα Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν #556 Λόγος δέκατοσ ἔτι περὶ τῆς Ῥώμης λόγος τῇ ἀποκαλύψει· ἅτε γὰρ περὶ μεγίστης μεταβολῆς διηγουμένη καὶ ξενοπρεποῦς ἐμφιλοχωρεῖ τῷ λόγῳ. τί οὖν φησι; καὶ κλαύσονται καὶ κόψονται ἐπ' αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ' αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέ πωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μακρόθεν ἑστη κότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μίαν ὥραν ἦλθεν ἡ κρίσις σου. καὶ οἱ ἔμποροι τῆς γῆς 196 κλαίουσι καὶ πενθοῦσιν ἐπ' αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει· οὐκέτι γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου καὶ βυσσίνου καὶ πορφύρας καὶ σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύινον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου καὶ κιναμώμου, καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵπποι καὶ ῥέδων καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι αὐτὴν οὐ μὴ εὑρήσουσιν οἱ ἔμποροι τούτων, οἱ πλουτή σαντες ἀπ' αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦ τος. καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τὸν ποταμὸν πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν καὶ ἔκραζον, βλέποντες τὸν πόνον τῆς πυρώσεως αὐτῆς λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; καὶ ἔβαλον χοῦν ἐπὶ τῆς κεφαλῆς αὐτῶν, καὶ ἔκραζον 197 κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη. ὡς ποικίλως καὶ γλαφυρῶς τὸν κατ' αὐτῆς ὕφηνε θρῆνον καὶ τοῦ πένθους τὴν ἀκμήν. σαφῶν δὲ ὄντων σχεδὸν ἁπάντων, εἴ τι δυσχερὲς μόνον εἶναι δοκεῖ, παρασημειωσάμενοι ἐπὶ τὰ λοιπὰ χωρήσωμεν. καὶ ἵπποι φησὶ καὶ ῥέδων καὶ σωμάτων. τὸ ῥέδων Ῥωμαϊκὴ μὲν λέξις ἐστίν· Ῥωμαίων γὰρ κρατούντων, οὐδὲν ἀπεικὸς τὸν θεσπέσιον εὐαγγελιστὴν Ῥωμαίᾳ λέξει συγχρήσασθαι· ἐξελλήνισε δὲ αὐτὴν ἡ γραφή. ῥεδιοὺμ γάρ ἐστι παρὰ Ῥωμαίοις τὸ ὄχημα, γενικὴν δὲ πληθυντικὴν τέθεικε πτῶσιν· καὶ δέον κατὰ Ῥωμαίους ῥεδιοροὺμ εἰπεῖν, ὡς ἐξελληνίσας αὐτὴν Ἑλληνικὴν γέγραφε κατάληξιν, ῥέδων εἰπών, ἵνα ᾖ τὸ εἰρημένον τοιοῦτον. καὶ ἵπποι φησὶ ῥέδων καὶ σωμάτων, οἷον καὶ ὀχημάτων ἵπποι οἱ εἰς ὀχήματα ἐπιτήδειοι, καὶ σωμάτων, τουτέστι, κέλητες καὶ εἰς ἀναβάτας πεποιημένοι. εὐφραίνου ἐπ' αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸν λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων· οὕτως ὁρμήματι βληθή σεται Βαβυλὼν ἡ μεγάλη, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. καὶ φωνὴ κιθαρωδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιγκτῶν 198 οὐ μὴ εἰσακουσθῇ ἔτι ἐν