1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

65

παραπλησίως παραδιδοὺς, ἄχρηστα μὲν λοιπὸν τοῖς ἀνθρώποις εἰς ἐδωδὴν ἐργά ζεται, χρήσιμα δὲ λίαν τοῖς ἐξ αὐτῶν τικτομένοις σώμασιν. Ὑποδεχόμενα γὰρ τὴν νοτίδα, καὶ εὐρυ νόμενα, καὶ οὕτω πως διασηπόμενα, γεννᾷ μὲν τὰς τῶν ῥιζῶν προβολὰς, ἐπιλαμβάνεται δὲ ταῦτα τῆς παρακειμένης γῆς, εἶτα τὴν ἐκ ταύτης νοτίδα, καθάπερ δι' αὐλῶν τινων τῶν ῥιζῶν ἕλκει πρὸς ἑαυτὰ, καὶ τίκτει τὴν ἄνω φυομένην βοτάνην· καὶ κατὰ μέρος δὲ τῷ προειρημένῳ τρέφει λόγῳ, καὶ τήν τε καλάμην εἰς ὕψος παραπέμπει, καὶ τὸν μὲν ἄσταχυν ἐκφέρει, κεκρυμμένον ἔχοντα τὸν καρπὸν, οἷον δέ τινας δορυφόρους τοὺς ἀνθέρικας περι κείμενον. Μὴ τοίνυν ἀπιστήσῃς τῇ τῶν σωμάτων ἀναστάσει, διηνεκῶς βλέπων τῆς ἀναστάσεως τὰ μι μήματα, καὶ διηνεκῶς ἀκούων τῶν τῆς ἀναστάσεως κηρυγμάτων. Ἵνα δὲ βεβαίαν δέξῃ τὴν περὶ τῆς ἀναστάσεως πίστιν, ἐλθέ μοι πάλιν ἐπὶ τὴν τῶν φυ τῶν ἱστορίαν, καὶ βλέπε τὰ κλήματα τῶν ἀμπέλων, καὶ τῶν ἄλλων δένδρων, ἢ τὰς καλουμένας ἀποσπά δας, ἢ τὰς ἀπὸ τῶν ῥιζῶν χελώνας, τῇ μὲν τομῇ, τὴν οἱονεὶ τελευτὴν δεχόμενα, τῇ δὲ ἐν τῷ βόθρῳ θέσει, καθάπερ τινὶ τάφῳ παραδιδόμενα· εἶτα χων 83.737 νύμενα καὶ σηπόμενα, ἔπειτα τῷ θείῳ βουλήματι, καὶ ῥίζας κάτω γεννῶντα, καὶ βλαστοὺς ἄνω φύον τα, καὶ ἡβῶντα, καὶ εἰς ὕψος αἰρόμενα, καὶ βρίθοντα τῷ καρπῷ, καὶ τῶν ταφέντων κλημάτων εὐπρεπέστερα τὰ τεχθέντα γινόμενα. Καὶ τί λέγω κλήματα, καὶ δένδρα, καὶ σπέρματα; Ἐλθέ μοι παρ' αὐτὸ τὸ τῆς σῆς φύσεως ἐργαστήριον. Βλέπε τῆς σῆς διαπλάσεως τὰς ὕλας, πῶς εὐτελεῖς, καὶ μικραὶ, καὶ κορύζης οὐδὲν διαφέρουσαι. Ἀλλ' ὅμως τὸ εὐτελὲς ἐκεῖνο, καὶ σμικρὸν, καὶ ἄψυχον, καὶ ἄπνουν, καὶ παντελῶς ἀναίσθητον, Θεοῦ νεύσαντος, ἄνθρωπος γίνεται, καὶ ἓν ἔχον εἶδος, εἰς μυρίας ἰδέας μεταποιεῖται, τὰς μὲν στεγα νὰς καὶ ἀντιτύπους, τὰς δὲ εὐείκτους καὶ μαλακὰς, καὶ τὰς μὲν μανὰς καὶ πολυπόρους, τὰς δὲ συ χνὰς καὶ πυκνὰς, καὶ τὰς μὲν παχείας καὶ λείους, τὰς δὲ λεπτὰς καὶ ἠτρίους καὶ ὑμενώδεις, καὶ τὰς μὲν αὐλοειδεῖς καὶ σηραγγώδεις, τὰς δὲ ναστὰς καὶ οὐδὲν σηραγγῶδες ἐχούσας. Καὶ ἔστιν ἰδεῖν ἀπὸ τῆς βραχείας ἐκείνης ὕλης γινομένους καὶ αἵματος ὀχε τοὺς, καὶ πνεύματος ἀγωγοὺς, καὶ συνδέσμους στε γανοὺς, καὶ σαρκῶν μαλακότητα, καὶ ὀστῶν στεῤ ῥότητα, καὶ ὀφθαλμῶν λαμπρότητα, καὶ κόρης καθαρότητα, καὶ παρειᾶς λειότητα, καὶ τρι χῶν λεπτότητα, καὶ τἄλλα μυρία ὅσα σῶμα τὸ ἀνθρώπειον ἔχει γένος· ὧν τὴν χρείαν καὶ τὴν ἐνέργειαν, πολλοὶ μὲν τῶν περὶ ταῦτα δεινῶν διεξελ θεῖν ἐπειράθησαν, ἡττηθέντες δὲ τῆς τοῦ ∆ημιουρ γοῦ σοφίας, εἰς ὑμνῳδίαν τὸν λόγον ἐπέραναν· καὶ ταῦτα οὐδὲ τῆς ἡμετέρας ὄντες αὐλῆς, ἀλλὰ τῶν ἔξω πλανωμένων προβάτων. Ἀλλ' ὅμως τὴν ἀγαθὴν πόαν νεμόμενοι, καὶ ὑπὸ τῆς φύσεως μόνης κινού μενοι καὶ παιδαγωγούμενοι, τὸν ποιμένα καὶ κηδε μόνα καὶ Ποιητὴν τοῦ παντὸς, ὡς ἐχώρησαν, ὕμνη σαν. Σὺ δὲ πρὸς τῇ φύσει καὶ νόμον ἔχων διδά σκαλον, καὶ προφήτας τὰ θεῖα παιδεύοντας, καὶ τῶν ἀποστόλων τὸν χορὸν, περί τε τῶν ὄντων διδάσκοντα, καὶ περὶ τῶν μελλόντων κηρύττοντα, δέξαι παντα χόθεν τῆς ὠφελείας τὸν ἔρανον. Ἀπόχρη δὲ καὶ μό νη τῶν ἐμβρύων ἡ φύσις, καὶ ἡ πρώτη τῶν ἀνθρώ πων διάπλασις, ὑποδεῖξαί σοι τὴν τῶν κειμένων σωμάτων ἀνάστασιν. Πίστευσον εἶναι γαστέρα μητρῴαν τὴν γῆν, μήτραν τὸν τάφον, σπέρμα δὲ τῆς φύσεως τὸ βραχύτατον ἐκεῖνο καὶ χνοῶδες τοῦ σώματος λείψανον, ὃ καὶ παντάπασιν ὂν ἀφανὲς πᾶσιν ἀνθρώποις, θεωρητόν ἐστι τῷ Θεῷ, καὶ τὸν ὀφθαλμὸν ἐκεῖνον οὐδεὶς πέφευγεν. «Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.» Καὶ, «Αὐτὸς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν πᾶσαν δρακί.» Καὶ ῥᾴδιον αὐτῷ θεάσασθαι τὰ ἐν τῇ χειρί· Καὶ γὰρ καὶ σοὶ 83.740 τοῦτο λίαν εὐπετές· κἂν ἀναμίξαι θελήσῃς κέγχρον καὶ φακὸν, καὶ πυροὺς καὶ κριθὰς, πάλιν αὐτὰ δια κρίνεις εὐμαρῶς, ὥσπερ ἐθέλεις. Εἰ τοίνυν ἐν τῇ χειρὶ τοῦ Θεοῦ τὰ πέρατα τῆς γῆς,