1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

66

δίδωμι αὐτοῖς· καὶ προειπόντος, Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθή σουσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴ δασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος· μετὰ δὲ τὰ ἐπισυμβαίνοντα ἐπαγαγόντος· Ἀφίστασο ἀπὸ τῶν τοιούτων· καὶ πάλιν ἀλλαχοῦ· Προ φητείας μὴ ἐξουθενεῖτε· πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Ὥστε εἰ μέν τί ἐστι κατ' ἐντολὴν τοῦ Κυρίου λεγόμενον, ἢ πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου κατευθυνόμενον, κἂν θανάτου ἀπειλὴν ἔχῃ, ὑπ ακούειν χρή· εἰ δέ τι παρ' ἐντολήν ἐστιν, ἢ τὴν ἐντο λὴν παραβλάπτει, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἤ τις τῶν ἀποστόλων ἐπιτάσσῃ, κἂν ζωῆς ἐπαγγελίαν ἔχῃ, κἂν θανάτου ἀπειλὴν, οὐδαμῶς ἀνέχεσθαι χρὴ, τοῦ Ἀποστόλου εἰπόντος· Κἂν ἡμεῖς αὐτοὶ, ἢ ἄγ γελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. 31.1300

ΕΡΩΤΗΣΙΣ Τ∆ʹ. Εἰ ὑπὲρ τῶν παραδεδομένων τῇ ἀδελφότητι παρὰ τῶν οἰκείων, θελόντων διδόναι τι, χρὴ δέ χεσθαι. ΑΠΟΚΡΙΣΙΣ.ʹ Ἡ τούτου φροντὶς καὶ δοκιμασία ἀνῆκε τῷ προ εστῶτι. Πλὴν, ὡς κατ' ἐμὴν γνώμην, λογίζομαι ὅτι μᾶλλον ἀπρόσκοπόν ἐστι τοῖς πολλοῖς, καὶ εἰς οἰκο δομὴν τῆς πίστεως ὠφελιμώτερον τὸ ἀπωθεῖσθαι τὰς τοιαύτας χάριτας. Ἐκ γὰρ τῆς ὑποδοχῆς πρῶ τον μὲν συμβαίνει καὶ ὀνειδισμὸν κατὰ τοῦ κοι νοῦ προενεχθῆναι πολλάκις. Ἔπειτα, ὅτι καὶ ἐπάρ σεως παρέχει πρόφασιν τῷ οἰκείῳ τῶν προσενεγκόν των. Πρὸς τούτοις, ὅτι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου περὶ τῶν εἰς τὸ κοινὸν τὰ ἴδια ἐσθιόντων καὶ πινόντων γίνεται τὸ, Καταισχύνετε τοὺς μὴ ἔχοντας, καὶ πολλὰ τοιαῦτα. Τοσούτων δὲ προφά σεων εἰς ἁμαρτίαν ἐπισυμβαινουσῶν, καλόν ἐστι τὸ μὴ δέχεσθαι τὰ τοιαῦτα, ἐπιτρέπειν δὲ τῷ προ εστῶτι δοκιμάζειν, καὶ παρὰ τίνων χρὴ ληφθῆναι, καὶ πῶς δεῖ οἰκονομηθῆναι.

ΕΡΩΤΗΣΙΣ ΤΕʹ Εἰ δεῖ λαμβάνειν παρὰ τῶν ἔξωθεν ἢ κατὰ χάριν φιλίας, ἢ προκατειλημμένης συγγε νείας. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ ἐρώτημα τὴν ὁμοίαν δύναμιν ἔχει τῷ ἐρωτήματι, Εἰ παρὰ τῶν οἰκείων χρή τι λαμβάνειν.

ΕΡΩΤΗΣΙΣ Τʹ. Μετὰ ποίου τρόπου τὸ ἀμετεώριστον κατορθοῦται. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν τὸ τοῦ ἐκλεκτοῦ ∆αβὶδ φρόνημά τις ἀναλάβῃ, εἰπόντος, ποτὲ μὲν, Προωρώμην τὸν Κύριον ἐν ώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ποτὲ δὲ, ὅτι Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου· ποτὲ δὲ, Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὑτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὑτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Καὶ ἵνα τῷ ἐλάττονι παραδείγματι σπουδαιότερον τὰ μείζονα κατορθοῦν φροντίσωμεν, ἕκαστος ἑαυτῷ λογιζέσθω, οἷός ἐστιν ἐνώπιον τῶν παρόντων, κἂν ἰσότιμοι τυγχάνωσι· πῶς τὸ ἀκατάγνωστον ἑαυτῷ σπουδάζει κατορθῶσαι, καὶ ἐν στάσει, καὶ ἐν περιπάτῳ, καὶ ἐν κινήματι παντὸς μέλους, καὶ ἐν φθέγματι. Ὥσπερ δὲ τὰ ἀνθρώποις φανερὰ πρὸς ἀνθρώπους φυλάσσειν σπουδάζομεν, οὕτω καὶ πολὺ πλέον, ἐάν τις τὸν Θεὸν πληροφο ρηθῇ ἔχειν ἐπόπτην, ἐτάζοντα καρδίας καὶ νεφροὺς, 31.1301 κατὰ τὸ γεγραμμένον, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ πληροῦντα τὴν ἐπαγγελίαν· Οὗ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ τὸ ἅγιον Πνεῦμα ἐπι στατοῦν, καὶ μερίζον τὰ χαρίσματα, καὶ ἐνεργοῦν· καὶ τοὺς ἀγγέλους παρατηρητὰς ἑκάστου κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Ὁρᾶτε μὴ καταφρονή σητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν τῷ οὐρανῷ διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· πολυπλασίονα καὶ σφοδρότερον ἀγῶνα ἔχει, ὅπως εὐάρεστον τὴν θεοσέβειαν κατορθώσῃ, καὶ οὕτω τὸ ἀμετεώριστον