1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

66

πορευόμενος, ἐὰν ἐλπίζων ἐπὶ σὲ ὥστε μὴ ἀσθενῆσαι. τέλειός εἰμι. τέλειος δὲ ὢν οὐ συναπόλλυμαι τοῖς ἀσεβέσιν. οὐδεὶς σπουδαῖος σὺν φαύλοις καταδικάζεται. διττὸν δέ ἐστιν τῆς ἀπωλείας τὸ εἶδος· μὴ κολάσῃς με μετὰ ἀσεβῶν, μὴ ἀριθμήσῃς με τούτων τῶν κολαζομένων διὰ ἀσέβειαν. καὶ δεύτερον· φύλαττέ με ἐν τῇ εὐσεβείᾳ, ἐν τῷ εὐαρεστεῖν "τῇ ἀληθείᾳ σου"· "οὐ σώσει" γὰρ "ἀσέβεια τὸν παρ' αὐτῆς". μὴ σῴζουσα δὲ ἀπόλλυσιν αὐτόν. "καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου". μὴ τοιαύτην ζωὴν σχοίημι, οἵαν ἔχουσιν οἱ φονικοὶ ἄνθρωποι. κατὰ ἀναγωγήν· οἱ αὐχοῦντες μεγάλοι καὶ ἄνδρες ὄντες, σκανδαλίζοντες δὲ τοὺς μικροὺς τοὺς ἐν τῇ ἐκκλησίᾳ, "ἄνδρες αἱμάτων" εἰσίν. μὴ τοιαῦτά μοι πραχθείη ὥστε μετ' αὐτῶν ἔχειν τὸ ζῆν. "αὕτη ἡ ζωὴ καὶ ἡ μακρότης τῶν ἡμερῶν τὸ ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς". ὁ τοῦτο τὸ ζῆν ἔχων οὐ μετὰ ἀνδρῶν αἱμάτων ἔχει τὴν ζωήν, νεκρός ἐστιν πρὸς τοὺς ἄνδρας τῶν αἱμάτων· νεκρὸς δὲ τῷ μὴ ἔχειν τὴν ζωήν, ἣν αὐτοὶ ἔχουσιν. 10 ὧν ἐν χερσὶν αἱ ἀνομίαι. ἔτι ἐν ταῖς πράξεσιν ἑαυτῶν ἀνομίαν ἔχουσιν. οὐκ ἐσχή κασιν, ἀλλὰ ἔχουσιν. 10 καὶ ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. δύναται καὶ δικαστὰς διαβάλλειν δωροδόκους. ἠρέμα δὲ καὶ οἱ μὴ δικάζοντες πολλάκις δωροδοκοῦμεν, ὅταν λαμβάνωμεν πρόσωπόν τινος. καὶ ἐὰν τὰ ἡδέα ἑαυτῷ περιποιῇ, δωροδοκεῖ, παρ' ἑαυτοῦ λαμβάνει δῶρα. 11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. οὐδεὶς τῶν δωροδοκούντων καὶ ἐχόντων τὴν δεξιὰν πεπληρωμένην δώρων, οὐδεὶς τῶν ἀνόμων καὶ αἱμάτων ἀνδρῶν ἐν ἀκακίᾳ ἐπορεύθη. τοιοῦτος ἦν Ἐλύμας ὁ μάγος καὶ ἀσεβὴς καὶ ἐν ἀνομίαις πορευόμενος καὶ τὴν δεξιὰν ἔχων πλήρης δώρων· ἐδόκει γὰρ εἶναι σπουδαῖος πρὸς ἀπατᾶν, καὶ εἴρηται πρὸς αὐτόν· "ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου". ὁ δὲ πάσης ῥᾳδιουργίας πεπληρωμένος οὐ δύναται εἰπεῖν ὅτι· "ἐν ἀκακίᾳ μου ἐπορεύθην". 11 λύτρωσαί με, ὁ θεός, καὶ ἐλέησόν με. ὁ ἐν ἀκακίᾳ πορευόμενος, ὁ ἐν τοῖς κατορθώμασιν τοῖς προειρημένοις ὑπάρχων "λύτρωσαί με" λέγει. εἰ καὶ ἐν τηλικούτοις εἰμὶ κατορθώμασιν καὶ τῇ σῇ συνεργείᾳ πάντα μοι τὰ τῆς ἀρετῆς ἀνύεται, ἀλλ' ἔτι ἐπήχθεις με τὸ "σῶμα τῆς ταπεινώσεως", ἔτι "ἐν τῷ τόπῳ τῆς κακώσεώς" εἰμι· διὸ "λύτρωσαί με". 12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι. ταὐτὸν τὸ ἐν εὐθύτητι στῆναι τοῦ ἔσω ἀνθρώπου τὸν πόδα καὶ τὸ ἐν τῇ πέτρᾳ κατὰ τὸ λεχθέν· "ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου"· ἡ γὰρ εὐθύτης ὥσπερ πέτρα ἀρραγὴς καὶ ἀδιάκοπός ἐστιν. ὁ πούς μου οὖν βέβαιός ἐστιν ἐν τῇ εὐθύτητί μου. ταὐτὸν δὲ τὸ ἑστάναι ἐν τῇ εὐθύτητι τῷ ἑστάναι ἐν τῇ 98 πίστει· λέγει γάρ· "καὶ γὰρ ἐν τῇ πίστει ἑστήκατε". ἡ τοιαύτη στάσις ἄνευ Ἰησοῦ οὐ γίνεται. παρ' αὐτῷ ἵστανται οἱ ταύτην ἔχοντες τὴν στάσιν ὡς αὐτὸν λέγειν· "εἰσίν τινες τῶν ὧδε ἑστηκότων", τῶν ὧδε παρ' ἐμοί. 12 ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε. ἐν ἐκκλησίᾳ τοὺς χαριστηρίους ὕμνους ἀποδώσω, οὐκ ἔξω που. ὁ ἔξω παρὰ τὴν ἐκκλησιαστικὴν γνώμην ἐπαγγελλόμενος εὐχαριστεῖν τῷ θεῷ οὐκ ἐν ἐκκλησίαις εὐλογεῖ. 1 Τοῦ ∆αυίδ· πρὸ τοῦ χρισθῆναι. οἱ πρὸ τούτου ψαλμοὶ "τῷ ∆αυὶδ" ἦσαν· οὗτος "τοῦ ∆αυὶδ" ἀναγέγραπται. αὐτὸς αὐτὸν προήγαγεν ἐξ ὑποβολῆς τοῦ ἁγίου πνεύματος. ἀνέπεμψεν αὐτὸν "πρὸ τοῦ χρισθῆναι". τρίτον δὲ φαίνεται ὁ ∆αυὶδ χρισθείς· πρῶτον μέν, ὅτε πρὸς τὸν Σαμουὴλ ἀπῆλθεν καὶ ἐχρίσθη, καὶ ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί. δεύτερον τελευτήσαντος τοῦ Σαούλ· διῃρέθη ἡ ἀρχή· οἱ μὲν γὰρ ἦσαν ἑλόμενοι τὸν ∆αυὶδ βασιλέα, οἱ δὲ τὸν Μεμφιβόστε τὸν υἱὸν τοῦ Σαούλ. προδοθέντος τοῦ υἱοῦ Σαοὺλ ὑπὸ τοῦ Ἀβεννὴρ προφάσεως γυναικὸς ἕνεκα, ἐχρίσθη ἐπὶ πάντα τὸν λαὸν ὁ ∆αυὶδ ἐν τῇ Χιβρών. τρίτον οὖν ἐχρίσθη. πρότερον ἀκμὴν φανερῶς ἰδιωτεύει. δεύτερον, ἵνα τινὸς μέρους τοῦ λαοῦ ἄρξῃ. κατὰ τὸν θάνατον τοῦ υἱοῦ Σαούλ, ἵνα καὶ τοῦ λοιποῦ μέρους τοῦ λαοῦ, ἑξῆς καὶ πάλιν κέχρισται παρὰ πάντων. ζητοῦμεν οὖν, περὶ ποίας χρίσεως ἐνταῦθα λέγει. ὁ μὲν ἐρεῖ