66
168 γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι αὐτὸς δικαιότερός ἐστι τοῦ θεοῦ, ἀλλ' ὅτι ταῦτα μὲν αὐτῷ πέπρακτο. οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ θεῷ, ὁ δὲ Ἐλιοῦς τοῦτο ὑπέλαβεν. ἐκείνοις δὲ δικαίως ἐνεκάλει προδεδωκόσι τοῦ θεοῦ τὸ μέρος καὶ ἠρνημένοις. 32,4a ˉ̓Ελιοῦς δέ, φησίν, ὑπέμεινε δοῦναι ἀπόκρισιν τῷ Ἰώβ, 4b ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. 32,5a καὶ εἶδεν Ἐλιοῦς, ὅτι οὐκ ἔστιν ἀπόκρισις 5b ἐν τῷ στόματι τῶν τριῶν ἀνδρῶν, 5c καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ. καλῶς εἶπεν· ὑπέμεινεν, δεικνύς, ὅτι ὠργίζετο μέν, οὐκ ἐτόλμα δὲ οὐδὲν εἰπεῖν, ἕως ἂν πάντα κενώσῃ ὁ Ἰώβ. καίτοι θέα αὐτοῦ τὴν σύνεσιν, πῶς ἐκ προοιμίων εὐθέως ἐπέβαλεν, πῶς τὴν προσήκουσαν φυλάττει τάξιν.
32,6a ΥΠΟΛΑΒΩΝ ∆Ε ΕΛΙΟΥΣ Ο ΤΟΥ ΒΑΡΑΧΙΗΛ Ο ΤΟΥ ΒΟΥΖΙ ΛΕΓΕΙ· 32,6b
νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι. 6c διὸ ἡσύχασα φοβηθεὶς 6d τοῦ ἀναγγεῖλαι ὑμῖν τὴν ἐμὴν ἐπιστήμην. ἵνα μή τις εἴπῃ· «καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ' ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ θεοῦ;» ἐπὶ τὴν ἡλικίαν κατέφυγε καὶ «προσδοκῶν», φησίν, «παρ' ὑμῶν γενναῖόν τι καὶ θαυμαστὸν λέγεσθαι». ὅρα, πῶς ἀφιλότιμος ἦν, πῶς παρεχώρει τῶν πρωτείων ἐκείνοις, πῶς ἔδειξεν, ὅτι οὐδ' ἂν νῦν ἐφθέγξατο, εἰ μὴ εἰς ἀνάγκην αὐτὸν ἐκεῖνοι κατέστησαν. 32,7a εἶπον δέ, φησίν, ὅτι· οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, 7b ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασι σοφίαν; 32,8a καὶ οὐχ οὕτως, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, 8b πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με. ἑκατέρωθεν αὐτοῦ τὴν σύνεσιν στοχαζόμεθα, ἀπό τε τῆς σιγῆς ἀπό τε τῆς διαλέξεως. οὔτε γὰρ πρὸ καιροῦ προπηδήσας εἶπέ τι τούτων οὔτε καλοῦντος τοῦ καιροῦ ἡσύχασεν. 169 εἶτα καὶ λογισμόν φησι δίκαιον· 32,9a οὐ γὰρ οἱ πολυχρόνιοί εἰσι σοφοὶ 9b οὐδὲ οἱ γέροντες οἴδασι κρίμα. «οὐ γὰρ ἀνάγκη», φησίν, «τοὺς πρεσβύτας μόνον εἶναι σοφούς, ἀλλ' ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. εἰ γὰρ χρόνος ποιεῖ σοφούς, πολλῷ μᾶλλον ὁ θεός.» 32,10a διὸ εἶπον· ἀκούσατέ μου, 10b καὶ ἀναγγελῶ ὑμῖν, ἃ οἶδα. 32,11a ἐνωτίζεσθε τὰ ῥήματά μου· φ1f1fβφ ἐρῶ γὰρ ὑμῶν ἀκουόντων. 11b ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην μέχρι συνέσεως ὑμῶν, 11c ἄχρις οὗ ἐτάσητε τοὺς λόγους ὑμῶν 32,12a καὶ ἕως ὑμῶν συνήσω. 12b καὶ ἰδοὺ οὐκ ἦν τῷ ˉ̓Ιὼβ ὁ ἐλέγχων 12c ἀνταποκρινόμενος ῥήμασιν αὐτοῦ ἐξ ὑμῶν. ἢ τοῦτό φησιν, ὅτι «οὐδὲ τότε, ὅτε ἠλέγχετε, ὡς ἔδει ἠλέγξατε», ἢ ὅτι «ὕστερον ἐσιωπήσατε». 32,13 ἵνα δὲ μὴ εἴπητε· εὕρομεν σοφίαν προσθέμενοι κυρίῳ· 32,14 ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. 32,15a ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, 15b ἐπαλαίωσαν ἐξ αὐτῶν λόγον. 32,16a ὑπέμεινα· οὐ γὰρ ἐλάλησαν, 16b ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.
32,17 ΥΠΟΛΑΒΩΝ ∆Ε ΕΛΙΟΥΣ ΛΕΓΕΙ· 32,18a πάλιν λαλήσω· πλήρης γάρ εἰμι
ῥημάτων, 18b ὀλέκει δέ με τὸ πνεῦμα τῆς γαστρός, 32,19a καὶ ἡ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους γέμων δεδεμένος 19b ἢ ὥσπερ φυσητὴρ χαλκέως δεδεμένος καὶ κατερρωγώς. δείκνυσιν, ὅτι πάλαι ταῦτα ὠδίνων εἰπεῖν ὑπέμεινε καὶ ἐκαρτέρει καὶ διαρραγῆναι εἶχεν· ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία, ὅπερ ἐστὶ μάλιστα πάντων σοφίας ἔργον δύνασθαι ῥήματα κατασχεῖν. τοῦτο δὲ ἀπὸ τοῦ ζήλου τοῦ πρὸς τὸν θεὸν ἔπασχεν, τὸ οὕτω πυρωθῆναι. 170 32,20 λαλήσω, φησίν, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη μου. 32,21a ἄνθρωπον οὐ μὴ αἰσχυνθῶ, 21b ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ. 32,22a οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. τοῦτο ἐκείνους αἰνίττεται, ὅτι διὰ τοῦτο ἐσίγησαν αἰσχυνθέντες αὐτόν. 32,22b εἰ δὲ μή, καὶ ἐμέ, φησίν, σῆτες ἔδονται. ὥσπερ τοὺς προσωπολήπτας, καὶ μάλιστα, ὅταν ὁ θεὸς ἐν τῷ μέσῳ ᾖ καὶ ἀνθρώπους μᾶλλον τιμῶμεν.