66
ἀναστάσεως αὐτοῦ.
αʹ. Τοῖς πρὸς τοὺς αἱρετικοὺς ἀγῶσιν ἀκμαζούσαις χρὴ προσβάλλειν ταῖς διανοίαις καὶ συνεχῶς. Οὕτω γὰρ ἔστι συγχέειν αὐτῶν τὴν παράταξιν, καὶ ἐκ περιουσίας κρατεῖν, μηδεμίαν αὐτοῖς διδόντας σχολὴν ἀναπνεῖν. ∆ιὰ τοῦτο βουλόμενος ὑμᾶς ἀπὸ τῶν Γραφῶν πρὸς τοὺς τοιούτους ἀγῶνας παρεσκευάσθαι, ἵνα καὶ ἐντεῦθεν ἐπιστομίζειν τοὺς ἀντιλέγοντας δύνησθε, ἀπὸ τοῦ τέλους τῆς παρελθούσης διαλέξεως τὴν ἀρχὴν ταύτης τῆς μετὰ χεῖρας ποιοῦμαι. Καὶ τί ἦν ἐκείνης τὸ τέλος, φησί; Καταλέξας πάντα τὰ καυχήματα τὰ Ἰουδαϊκὰ, τὰ ἀπὸ φύσεως, τὰ ἀπὸ προαιρέσεως, ἐπήγαγεν· Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι ζημίαν πάντα εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Ἐπιπηδῶσιν ἐνταῦθα οἱ αἱρετικοί. Καὶ γὰρ καὶ τοῦτο τῆς σοφίας ἐστὶ τοῦ Πνεύματος, ἐλπίδας αὐτοῖς ὑποθέσθαι νίκης, ἵνα καταδέξωνται τὴν μάχην. Εἰ γὰρ φανερῶς εἴρητο, ὅπερ ἐπὶ τῶν ἄλλων ἐποίησαν, ἐποίησαν ἂν καὶ ἐπὶ τούτων· ἐξήλειψαν ἂν τὰ γράμματα, παρῃτήσαντο τὴν Γραφὴν, οὐ δυνάμενοι ὅλως ταύτῃ ἀντιβλέπειν. Ἀλλ' ὅπερ ἐπὶ τῶν ἰχθύων γίνεται, τὸ δυνάμενον αὐτοὺς ἑλεῖν κρύπτεται, ὥστε αὐτοὺς ἐπιδραμεῖν, καὶ οὐ πρόδηλον κεῖται· τοῦτο δὴ καὶ ἐνταῦθα συνέβη, τῷ ζημίαν τὸν νόμον παρὰ Παύλου εἰρῆσθαι. Σκύβαλα εἴρηται ὁ νόμος, φησὶ, ζημία εἴρηται· οὐκ ἐνῆν Χριστὸν κερδᾶναι, εἰ μὴ τοῦτον ἐζημιώθην. Ταῦτα πάντα ἐπεσπάσατο τοὺς αἱρετικοὺς δέξασθαι τὸ χωρίον, νομίζοντας ὑπὲρ αὐτῶν εἶναι· ἐπειδὴ δὲ ἐδέξαντο, τότε αὐτοὺς περιέβαλε τοῖς δικτύοις πάντοθεν. Τί γάρ φασιν ἐπιπηδῶντες ἐκεῖνοι; Ἰδοὺ ζημία ὁ νό 62.264 μος, ἰδοὺ σκύβαλα εἴρηται. Πῶς οὖν αὐτὸν Θεοῦ λέγετε εἶναι; Αὐτὰ μὲν οὖν ταῦτα ὑπὲρ τοῦ νόμου ἐστί· καὶ πόθεν, ἐκεῖθεν δῆλον. Πρόσχωμεν ἀκριβῶς τοῖς λεγομένοις· οὐκ εἶπε, Ζημία ἐστὶν ὁ νόμος, ἀλλ', Ἥγημαι αὐτὸν ζημίαν· καὶ ὅτε μὲν περὶ κέρδους ἔλεγεν, οὐκ εἶπεν, Ἥγημαι, ἀλλ', Ἦν κέρδος· ὅτε δὲ περὶ ζημίας, εἶπεν, Ἥγημαι, εἰκότως· ἐκεῖνο μὲν γὰρ ἐν φύσει, τοῦτο δὲ λοιπὸν γέγονεν ἀπὸ τῆς ἡμετέρας ὑπολήψεως. Τί οὖν; οὐκ ἔστι, φησὶ, ζημία ὁ νόμος; Ἔστιν· ἀλλὰ διὰ τὸν Χριστόν· ἀλλὰ νῦν κέρδος γέγονεν. Οὐκ ἐνομίζετο κέρδος, εἶπεν, ἀλλὰ ἦν· μονονουχὶ λέγων· Ἐννόησον ὅσον ἦν ἀνθρώπους ἐκτεθηριωμένους τὴν φύσιν, εἰς τὸ τῶν ἀνθρώπων σχῆμα καταστῆσαι. Εἰ μὴ ὁ νόμος ἦν, οὐδ' ἂν ἡ χάρις ἐδόθη. ∆ιὰ τί; Ὅτι καθάπερ τις γέφυρα γέγονεν. Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀπὸ τῆς πολλῆς ταπεινώσεως εἰς τὸ ὕψος ἀνελθεῖν, γέγονε κλῖμαξ. Ἀλλὰ εἰ καὶ τῆς κλίμακος οὐκέτι δέεται ὁ ἀνελθὼν, ἀλλ' οὐ μὴν διὰ τοῦτο αὐτὴν ὑπερορᾷ, ἀλλὰ καὶ χάριν αὐτῇ οἶδεν. Αὕτη γὰρ αὐτὸν εἰς τὸ μηκέτι δεῖσθαι αὐτῆς κατέστησε· καὶ ὅμως ὑπὲρ τούτου αὐτοῦ, ὅτι οὐ δεῖται αὐτῆς, αὐτῇ χάριν ὁμολογεῖν, φησὶ, δίκαιον· οὐ γὰρ ἂν ἀνέβη. Οὕτω καὶ ἐπὶ τοῦ νόμου· ἀνήγαγεν ἡμᾶς εἰς ὕψος· οὐκοῦν κέρδος ἦν· ἀλλὰ λοιπὸν ζημίαν αὐτὸν νομίζομεν. Πῶς; Οὐκ ἐπειδὴ ζημία ἐστὶν, ἀλλ' ἐπειδὴ πολὺ μείζων ἡ χάρις. Ὥσπερ γὰρ ὁ ἐν λιμῷ ὢν πένης, ἕως μὲν ἂν ἔχῃ ἀργύριον, διαφεύγει τὸν λιμόν· ἐπειδὰν δὲ χρυσὸν εὕρῃ, καὶ μὴ ἐξῇ ἀμφότερα κατασχεῖν, ζημίαν ἡγεῖται τὸ ἐκεῖνο κατέχειν, καὶ ἀφεὶς αὐτὸ, λαμβάνει τὸ χρυσίον· ἀφίησι δὲ, οὐκ ἐπειδὴ ζημία τὸ ἀργύριον (οὐ γάρ ἐστι), ἀλλ' ἐπειδὴ οὐκ ἔνι ὁμοῦ τὰ δύο λαβεῖν, ἀλλ' ἀνάγκη τὸ ἓν καταλιπεῖν· οὕτω καὶ ἐνταῦθα. Ζημία οὖν οὐχ ὁ νόμος ἐστὶν, ἀλλὰ τὸ τῷ νόμῳ προσκαθήμενον ἀφίστασθαι τοῦ Χριστοῦ. Ὥστε, ὅταν ἀπάγῃ ἡμᾶς Χριστοῦ, τότε ζημία· ἂν δὲ παραπέμπῃ, οὐκέτι. ∆ιὰ τοῦτό φησι, Ζημία, τουτέστι, διὰ τὸν Χριστόν. Εἰ διὰ τὸν Χριστὸν, οὐ φύσει ζημία. ∆ιὰ τί δὲ οὐκ ἀφίησι τῷ Χριστῷ προσελθεῖν ὁ νόμος; Καὶ μὴν εἰς τοῦτο, φησὶν, ἐδόθη, καὶ πλήρωμα νόμου