1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

66

ῥᾷστον αὐτῷ κο μιδῇ, καὶ τὰ παντελῶς ἀναμιγέντα εὐκρινῆ καταστῆσαι. Πίστευσον τοίνυν μήτραν εἶναι τὸν τά φον, σπέρμα δὲ τὸ ἀποκείμενον λείψανον, πλάστην δὲ τὸν Πλάστην, ὠδῖνας δὲ τὴν ἐσχάτην τοῦ βίου ἡμέραν, καὶ τὴν φοβερὰν τοῦ ἀρχαγγέλου φωνήν. «Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.» Τότε τῶν βεβιωμένων τὰς εὐθύνας εἰσ πραχθησόμεθα· τότε τῶν καλῶς ἡμῖν ἢ κακῶς εἰρ γασμένων τὸν λόγον ἀποδώσομεν· τότε τὰ κεκρυμ μένα τῆς διανοίας ἡμῶν βουλεύματα δῆλα πᾶσι γε νήσεται· τότε πάντες παραστησόμεθα τῷ βή ματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ταῦτα δείσαντες, ὦ ἄνθρωποι, ἀπόθεσθε τὴν κατὰ τῆς Προνοίας ἀπέχθειαν· φύγετε τὴν πονηρὰν ταύ την δυσμένειαν· παύσασθε βλασφημίας ἀπολογίας ἐστερημένης. Σπείσασθε πρὸς τὸν Πεποιηκότα φι λίαν, ἵν' ὡς φίλους ἡμᾶς κυβερνήσῃ, καὶ μὴ ὡς πο λεμίους ἔξω βάλῃ τοῦ σκάφους. Ὑμνήσατε τὰ τῆς Προνοίας πηδάλια, ἵν' ὑπὸ τούτων κυβερνώμενοι, τοῦ παρόντος βίου τὰ κύματα διαφύγητε, καὶ τῶν λιμένων ἐκείνων τῶν ἀπηνέμων ἀπολαύσητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Ιʹ. Ὅτι ἄνωθεν ὁ Θεὸς οὐκ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ἁπάντων ἀνθρώπων κηδόμενος διετέλεσε· καὶ περὶ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως. Ἄπλωτον μὲν εὖ οἶδα σαφῶς τῆς θείας σοφίας καὶ Προμηθείας τὸ πέλαγος. Καὶ μέμνημαί γε τοῦ θειοτάτου Προφήτου βοῶντος· «Τὰ κρίματά σου ἄβυσσος πολλή.» Μέμνημαι δὲ καὶ τοῦ μεγάλου κή ρυκος τῆς ἀληθείας, τοῦ θεσπεσίου Παύλου, τοι αύτην πάλιν ῥήξαντος φωνήν· «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Οὐ τοίνυν ἀνοήτως τῶν ἀνεφίκτων κατατολμῶμεν, ἀλλ' εἰς δύναμιν τὰ θεῖα θαυμάζομεν, καὶ ὅσον χω ροῦμεν, ὑμνοῦμεν. Ἴσμεν γὰρ καὶ τοὺς τὸν ἥλιον πλέον ἢ δεῖ κατιδεῖν φιλονεικοῦντας, οὔτε ὧν ποθοῦ σιν ἀπολαύοντας, καὶ τὴν ὄψιν λυμαινομένους, καὶ οὐ μόνον φῶς ἐκεῖθεν οὐχ ἕλκοντας, ἀλλὰ καὶ σκότος ἐπισπωμένους. Ταὐτὸ δὲ τοῦτο καὶ τὸν νοῦν τὸν ἀν θρώπινον ἔστιν ἰδεῖν ὑπομένοντα. Ἐρευνῆσαι γὰρ πολλάκις ὑπὸ ἀβελτηρίας φιλονεικῶν, τί τὸ τὴν γῆν ὑπερεῖδον, καὶ τίς αὖ πάλιν ἡ ἐκείνου κρηπὶς, καὶ ἐπὶ τίνος αὖθις κἀκεῖνο φέρεται, ἢ ποῖα τὰ ἄνω τῶν οὐρανῶν, τί δὲ τὰ ἔξω τοῦ σύμπαντος κόσμου, οὐ μόνον οὐδὲν εὑρίσκει τῶν ζητουμένων, ἀλλὰ καὶ 83.741 ζόφου πολλοῦ καὶ ἀπορίας ἀναπλησθεὶς ἐπανέρ χεται. Ταύτην εἰδὼς τοῦ νοῦ τὴν ἀσθένειαν ὁ μακάριος Παῦλος παρεγγυᾷ λέγων «Εἰ δέ τις δοκεῖ ἐγνωκέναι τι, οὐδέπω οὐδὲν ἔγνω καθὼς δεῖ γνῶναι.» Καὶ πάλιν· «Ἐκ μέρους γινώ σκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.» Καὶ ἑτέρωθι· «Ἄρτι βλέπω ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι κα θὼς καὶ ἐπεγνώσθην.» Καὶ αὖθις· «Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε δὲ γέγονα ἀνὴρ, κατήρ γηκα τὰ τοῦ νηπίου.» Ταῦτα δὲ πάντα διέξεισιν ὁ θεῖος ἐκεῖνος ἀνὴρ, πεῖσαι βουλόμενος ἅπαντας, καὶ χαλινοῦν τοῦ νοῦ τὴν ἀπληστίαν, ἵνα μὴ τῶν ἀδυνάτων κατατολμᾷ, καὶ ἀναμένειν τὴν ἐσομέ νην ἐν τῷ μέλλοντι βίῳ τῶν πραγμάτων ἀκριβῆ κα τανόησιν. ∆ιὰ τοῦτο νηπιώδη καλεῖ τὴν νῦν ἡμῖν δεδομένην γνῶσιν. Καὶ τῇ μὲν νομικῇ διδα σκαλίᾳ ταύτην παραβάλλων, τελείαν αὐτὴν ὀνο μάζει· τῷ δὲ ἀπαθεῖ βίῳ καὶ ἀθανάτῳ συγκρίνων, μειρακιώδη προσαγορεύει. Καὶ τοῦτο δὲ τῆς θείας Προμηθείας τεκμήριον. Ὁ γὰρ σοφῶς ἅπαντα πρυτανεύων, εἰδὼς ἡμῶν τῆς ἀλαζονείας τὸ φύσημα, οὐδὲ τοῖς ἁγίοις ἀκριβῆ δέδωκεν τῶν θείων τὴν γνῶ σιν. Φυσιοῖ γὰρ ἡ γνῶσις, ὡς μακαρίῳ Παύλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ. Ἀλλ' ἆθλον αὐτὴν προτέθεικεν ἀρετῆς, ἵνα κατὰ τὸν παρόντα βίον κα λῶς