1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

67

σφοδρότερον καὶ ἀκριβέ στερον βεβαιοῦται. Ἔτι δὲ καὶ ἐὰν σπουδάσῃ πλη ρῶσαι τὸ, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ· διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· καὶ τὸ, Μελετήσει ἐν τῷ νόμῳ αὐτοῦ ἡμέρας καὶ νυκτὸς, ἵνα τῇ ὁμαλῇ καὶ διηνεκεῖ μελέτῃ καὶ θεωρίᾳ τῶν θελημάτων καὶ τῶν δοξῶν τοῦ Θεοῦ μὴ εὕρῃ ὁ νοῦς καιρὸν μετεωρισμοῦ.

ΕΡΩΤΗΣΙΣ ΤΖʹ. Εἰ χρὴ ἐξ ἐφημερίας ἀπάρχεσθαι τῆς ψαλμῳ δίας, ἢ τῆς προσευχῆς. ΑΠΟΚΡΙΣΙΣ Τοῦτο ἐν τῷ πλήθει τῶν ἀξίων φυλαξάτω τὴν εὐ ταξίαν, ἵνα μήτε εὐτελὲς καὶ ἀδιάφορον τὸ πρᾶγμα νομισθῇ, μήτε μὴν ἡ ὁμαλότης ἐφ' ἑνὸς καὶ δευτέ ρου προσώπου ὑπερηφανίας τοῦ ἡγουμένου καὶ κατα φρονήσεως τῶν λοιπῶν δῶ ὑποψίαν

ΕΡΩΤΗΣΙΣ ΤΗʹ. Εἰ χρὴ ἐν ἀδελφότητι τὸν διδόντα τι ἀμείβεσθαι· καὶ εἰ κατὰ ἀναλογίαν τοῦ δόματος ποιεῖσθαι τὴν ἀντίδοσιν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο ὅλον τὸ ἐρώτημα ἀνθρώπινον. Εἰ δὲ χρὴ εὐγνωμοσύνης διδόναι ἀπόδειξιν, ἐν τῷ οἰκονομοῦντι ἀποκείσθω ἡ δοκιμασία, καὶ τοῦ λαμβάνειν τὰ διδό μενα, καὶ τοῦ ἀμείβεσθαι τὸν διδόντα.

ΕΡΩΤΗΣΙΣ ΤΘʹ. Εἰ τῶν συνήθων καὶ κατὰ φύσιν γινομένων τινὶ, χρὴ τολμᾷν εἰς κοινωνίαν τῶν ἁγίων παρέρ χεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Κρείττονα τῆς φύσεως καὶ τῆς συνηθείας ἔδει ξεν ὁ Ἀπόστολος εἶναι τὸν ἐν τῷ βαπτισμῷ συνταφέντα Χριστῷ· ποτὲ μὲν εἰπὼν, ἐν τῷ περὶ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος τόπῳ, μετὰ τὰ προκείμενα· Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρω πος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· 31.1304 ποτὲ δὲ παραγγείλας, Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πά θος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ποτὲ δὲ ὅρον ἐκθέμενος ἐν τῷ εἰπεῖν· Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐγὼ δὲ ἔγνων, ὅτι ταῦτα κατωρ θώθη Χριστοῦ χάριτι καὶ ἐν ἀνδράσι καὶ ἐν γυναιξὶ πίστει τῇ εἰς τὸν Κύριον γνησίᾳ. Τὸ δὲ ἐν ἀκαθαρσίᾳ ὄντα τινὰ ἐγγίζειν τοῖς ἁγίοις καὶ ἐκ τῆς Παλαιᾶς ∆ιαθήκης φοβερώτερον διδασκόμεθα τὸ κρῖμα. Εἰ δὲ πλεῖον τοῦ ἱεροῦ ὧδε, φοβερώτερον δηλονότι παιδεύσει ἡμᾶς ὁ Ἀπόστολος εἰπών· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει.

ΕΡΩΤΗΣΙΣ ΤΙʹ. Εἰ χρὴ εἰς κοινὸν οἶκον προσκομιδὴν γίνεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ὥσπερ οὐδὲν κοινὸν σκεῦος ἐπιτρέπει ὁ Λόγος εἰσφέρεσθαι εἰς τὰ ἅγια, οὕτως οὐδὲ τὰ ἅγια εἰς κοινὸν οἶκον ἐπιτελεῖσθαι, τῆς Παλαιᾶς ∆ιαθήκης φανερῶς προστάγματι Θεοῦ μηδὲν τοιοῦτον ἐπιτρε πούσης γίνεσθαι· τοῦ δὲ Κυρίου λέγοντος· Πλεῖον ασξετιξον μαγνυμ 31.1304.27 το ασξετιξον μαγνυμ 31.693.2 τοῦ ἱεροῦ ὧδε· καὶ τοῦ Ἀποστόλου λέγοντος· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ· ἐγὼ γὰρ παρέδωκα ὑμῖν ὃ καὶ παρέλα- βον, καὶ τὰ ἑξῆς. Ἐξ ὧν παιδευόμεθα μήτε τὸ κοινὸν δεῖπνον ἐν ἐκκλησίᾳ ἐσθίειν καὶ πίνειν, μήτε τὸ Κυριακὸν δεῖπνον ἐν οἰκίᾳ καθυβρίζειν, ἐκτὸς εἰ μὴ ἐν ἀνάγκῃ ἐπιλέξηταί τις καθαρώτερον τόπον, ἢ οἶκον ἐν καιρῷ εὐθέτῳ

ΕΡΩΤΗΣΙΣ ΤΙΑʹ. Εἰ χρὴ εἰς ἐπίσκεψιν ἀπέρχεσθαι ἐπιζητούντων τινῶν. ΑΠΟΚΡΙΣΙΣ. Τὸ μὲν ἐπισκέπτεσθαι ἀρεστὸν Θεῷ· δεῖ δὲ τὸν ἐπισκεπτόμενον συνετὸν εἶναι ἀκροατὴν, καὶ φρόνιμον ἐν ταῖς ἀποκρίσεσι, πληροῦντα τὸ εἰρημένον· Ἔστω ὁ λόγος ὑμῶν ἐν χάριτι ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὸ δὲ ἢ διὰ συγγένειαν ἢ διὰ φιλίαν ἐπίσκεψιν ποιεῖσθαι ἀλλότριον τοῦ ἡμετέρου ἐπαγγέλματος. 31.1305

ΕΡΩΤΗΣΙΣ ΤΙΒʹ. Εἰ χρὴ τοὺς ἐπισκεπτομένους λαϊκοὺς προτρέπεσθαι εἰς εὐχήν. ΑΠΟΚΡΙΣΙΣ. Εἰ φίλοι εἰσὶ Θεοῦ, ἀκόλουθον, τοῦ Ἀποστόλου γράψαντος