1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

67

33,1a οὐ μὴν δέ, φησίν, ἀλλ' ἄκουσον, ˉ̓Ιώβ, τὰ ῥήματά μου 1b καὶ τὴν λαλιάν μου ἐνωτίζου. 33,2a ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, 2b καὶ ἐλάλησεν ἡ γλῶσσά μου ἐν τῷ λάρυγγί μου. 33,3a καθαρά μου ἡ καρδία ἐν ῥήμασιν, 3b σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. τουτέστιν· «οὐκ ἀπὸ βασκανίας οὐδὲ ἀπὸ φθόνου ταῦτα φθέγγομαι.» ὥστε, εἰ καὶ τὰ αὐτὰ εἶπον οἱ τρεῖς φίλοι ἅπερ οὗτος, ἀλλ' ἴσως οὐ μετὰ τῆς αὐτῆς γνώμης οὐδὲ ὑπὲρ τοῦ θεοῦ, ἐπεὶ καὶ ὁ Ἰούδας καὶ οἱ ἕνδεκα τὰ αὐτὰ ἐφθέγξαντο περὶ τοῦ ἀλαβάστρου, ἀλλ' οὐ μετὰ τῆς αὐτῆς γνώμης. ὥστε μὴ τὰ ῥήματα ἐξετάζωμεν, ἀλλὰ τὴν διάνοιαν, μεθ' ἧς ἔλεγεν ἕκαστος. πῶς; οἱ μὲν αὐτὸν καταβαλεῖν βουλόμενοι, ὁ δὲ τοὐναντίον. καὶ ὅρα, ὕστερος οὗτος φθέγγεται πολλά, ὧν ὁ θεὸς μέλλει λέγειν, ἵνα μᾶλλον ὁ θεὸς ἀπολογήσηται, ὅταν καὶ παρὰ τοῦ ὁμοδούλου τὰ αὐτὰ ἀκούσῃ, ἅπερ ὕστερον παρὰ τοῦ δεσπότου. τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν οἰκετῶν· ὅταν οἱ σύνοικοι αὐτοῖς ἐγκαλέσωσιν, τότε μάλιστα καὶ ἡμεῖς ἐπιτιθέμεθα. ἐκείνοις γὰρ ἐγκαλέσαι οὐκ ἔχει ὡς ἀδίκως τοῦτο ποιοῦσιν. 171 33,4a πνεῦμα θεῖον τὸ ποιῆσάν με, 4b πνοὴ δέ, φησίν, παντοκράτορος ἡ διδάσκουσά με. 33,5a ἐὰν δυνηθῇς, δός μοι ἀπόκρισιν πρὸς ταῦτα, 5b ὑπόμεινον καὶ στῆθι σὺ κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ. 33,6a ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, 6b ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα πηλοῦ. ἐπειδὴ ἔλεγεν· «εἴ γε ἦν ὁ διακρίνων» καὶ ὅτι «ἄνθρωπός εἰμι», «ἰδού, ἐγὼ κατὰ σέ εἰμι, ἐκ τοῦ αὐτοῦ ἐσμεν», φησίν, «πηλοῦ». 33,7a οὐχὶ ὁ φόβος μου στροβήσει σε, 7b οὐδὲ ἡ χείρ μου βαρεῖα ἐπὶ σοὶ ἔσται. ἃ περὶ τοῦ θεοῦ ἔλεγεν. 33,8a πλὴν εἶπας ἐν ὠσί μου, 8b φωνὴν δὲ ῥημάτων σου ἀκήκοα, 33,9a διότι λέγεις, ὅτι· καθαρός εἰμι, οὐχ ἥμαρτον τοῖς ἔργοις, 9b ἄμεμπτος δέ εἰμι· οὐ γὰρ ἠνόμησα, 33, 10a μέμψιν δὲ κατ' ἐμοῦ εὗρεν. ἐπειδὴ περὶ τοῦ θεοῦ ἔλεγεν· οὐκ εἰσακούσεταί μου, «τοῦτό ἐστιν, ὃ ἐγκαλεῖς», φησίν, «ὅτι οὐκ εἰσήκουσέ σου τῆς δίκης. πόθεν δῆλον, εἰπέ μοι, ὅτι οὐκ εἰσήκουσεν; ὅτι κολάζει καὶ τιμωρεῖται; τοῦτο ἔργον αὐτῷ, ὥστε βελτίους ποιεῖν τοὺς ἀνθρώπους. πολλάκις γοῦν νόσῳ», φησίν, «παρέδωκεν ἐσχάτῃ πολλούς, καὶ ὅμως ἐν ἀρρωστίᾳ τοιαύτῃ ἐξησθενημένον τὸν ἄνθρωπον οὐδεὶς ἀνελεῖν δυνήσεται, κἂν μύριοι ὦσιν ἄγγελοι θανατηφόροι.» 33,10b καὶ ἥγηταί με, φησίν, ὥσπερ ὑπεναντίον ἑαυτῷ, 33,11a ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου 11b καὶ ἐφύλαξέ μου πάσας τὰς ὁδούς. 33,12a πῶς γὰρ λέγεις, ὅτι· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέ μου; 12b αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. 33,13 λέγεις γάρ· διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν ἐν παντὶ ῥήματι; 33,14a ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος, 14b ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον ὡς φάσμα 172 33,15a ἐν μελέτῃ νυκτερινῇ, 15b ὡς ὅταν ἐπιπίπτῃ φόβος δεινὸς ἐπ' ἀνθρώπους 15c ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης. 33,16a τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων· 16b ἐν εἴδεσι φόβου τοιούτοις ἐξεφόβησεν αὐτοὺς 33,17a ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας αὐτοῦ, 17b τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ ἀδικίας πτώματος ἐρρύσατο 33,18a καὶ ἐφείσατο τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου 18b τοῦ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. 33,19a πάλιν δὲ ἤλεγξεν αὐτὸν μαλακίᾳ ἐπὶ κοίτης, 19b καὶ πλῆθος ὀστέων αὐτοῦ ἐνάρκησεν. 33,20a πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, 20b καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει, 33,21a ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες 21b καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά, 33,22a ἐγγίσῃ δὲ ἡ ψυχὴ αὐτοῦ εἰς θάνατον, 22b ἡ δὲ ζωὴ αὐτοῦ ἐν τῷ ᾅδῃ. 33,23a ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, 23b εἷς ἐξ αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν. «οὐ δυνήσεται», φησίν, «ἐπειδὴ αὐτὸς κατέχει.» «πολλοὺς δέ», φησίν, «καὶ δι' ὀνειράτων ἐπαίδευσεν, καὶ πολέμου μὲν καὶ μάχης ἐξήρπασεν, ἑτέρᾳ δὲ παρέδωκεν τιμωρίᾳ.» ὃ λέγει, τοιοῦτόν ἐστιν· «εἰ μὴ τῆς προνοίας ἀπήλαυες τῆς αὐτοῦ, οὐκ ἂν ἀπώλου; οὐκ ἂν ἐν πολέμῳ καὶ μάχῃ κατέπεσες; ὥστε μάλιστα τοῦτό σοι τεκμήριον ἔστω τῆς προνοίας, ὅτι τοσαύτῃ προσπαλαίων νόσῳ καὶ ἀρρωστίᾳ οὐ τέθνηκας δυνάμενος πολλάκις καὶ χωρὶς τῆς ἀρρωστίας ταύτης, εἴ γε ἐγκατέλιπεν αὐτός, ἀποθανεῖν.» καὶ λέγεις· διὰ τί τῆς δικαιοσύνης μου οὐκ ἐπακούεις ἐν παντὶ ῥήματι; ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος.