1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

67

προοιμίου τῆς ὁδοῦ γινόμενος ὀκνηρότερος, διὰ τοῦτο νῦν ἐνταῦθα παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι, καὶ ἀπεναντίας ἀλλήλοις τὸ τέλος κατήντησεν. Εἴδετε δι' αὐτῶν τῶν πραγμάτων τῆς εὐρυχώρου καὶ πλατείας ὁδοῦ τὸ τέλος, ἐμάθετε τῆς στενῆς πύλης καὶ τῆς τεθλιμμένης ὁδοῦ ὅπως χρηστὸν τὸ πέρας ἐδέξατο τὸν ταύτην ἑλόμενον· ἀκούσατε δὴ καὶ τὸ φοβερώτερον· Καὶ ἐπὶ πᾶσι, φησὶ, τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν ἐκεῖ μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσι. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ λεχθὲν, ἀλλ' ἐννοήσωμεν τῶν λεχθέντων τὴν ἀκρίβειαν, καὶ ὅσης ἀπολαύει τῆς τιμῆς καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα ἐῤῥιμμένος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαίων, ὁ τοῖς ἕλκεσι πολιορκούμενος, ὁ τοῖς κυσὶ προκείμενος. Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς 48.1053 τῶν ἐν πενίᾳ ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ καταφρονήσῃ, ἑαυτὸν ταλανίζων, ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις. Καὶ ἐπὶ πᾶσι τούτοις. Τί ἐστιν, Ἐπὶ πᾶσι τούτοις; Εἰπὼν, ὅτι σὺ μὲν ἅπαντα ἐν τῷ παρόντι βίῳ ἀπέλαβες, ἅπερ ἡγοῦ εἶναι ἀγαθὰ, καὶ ὅτι οὗτος ἀπέλαβεν ἅπερ σὺ ἐνόμιζες εἶναι κακὰ, τοῦτο προσέθηκε, διδάσκων αὐτὸν, ὅτι καὶ ἀκόλουθον ἕκαστον τέλος ἐδέξατο ἐπὶ πᾶσι τοῖς ῥηθεῖσι· σὲ μὲν μετὰ τὸ τῶν ἀγαθῶν ὧν ἐνόμιζες ἀπολαύειν, ἡ θλῖψις καὶ ἡ στενοχωρία καὶ τὸ πῦρ τὸ ἄσβεστον, τοῦτον δὲ μετὰ τὸ προσπαλαῖσαι ἐν διηνεκεῖ τῇ ζωῇ οἷς ἐνόμιζες αὐτὸς εἶναι κακοῖς, ἡ ἄνεσις καὶ ἡ τῶν ἀγαθῶν ἀπόλαυσις καὶ ἡ μετὰ τῶν ἁγίων λῆξις ἐδέξατο. Ἐπειδὴ τοίνυν τὸ τέλος ἀκόλουθον ἕκαστος εὗρε, καὶ σὲ μὲν ἡ πλατεῖα πύλη καὶ ἡ εὐρύχωρος ὁδὸς εἰς ταύτην τὴν στενοχωρίαν καταντῆσαι πεποίηκε, τοῦτον δὲ ἡ στενὴ καὶ τεθλιμμένη εἰς ταύτην ἤγαγε τὴν ἄνεσιν, Καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται. Ὅρα τὸν πένητα, τὸν ἡλκωμένον (πάλιν γὰρ ταῦτα λέγω), τῷ πατριάρχῃ συναριθμούμενον, καὶ τῷ χορῷ τῶν δικαίων κατειλεγμένον. Μεταξὺ γὰρ ἡμῶν καὶ ὑμῶν, φησίν. Εἶδες οἵα λῆξις διεδέξατο τὸν μεθ' ὑπομονῆς καὶ εὐχαριστίας τὴν χαλεπὴν ἐκείνην ἀῤῥωστίαν καὶ τὸν λιμὸν ἐνέγκαντα; Μεταξὺ γὰρ ἡμῶν καὶ ὑμῶν, φησὶ, χάσμα μέγα ἐστήρικται. Πολὺ, φησὶν, ἐστὶ τὸ διεῖργον, καὶ οὐχ ἁπλῶς χάσμα, ἀλλὰ μέγα. Καὶ γὰρ ἀληθῶς πολὺ τὸ μέσον τῆς ἀρετῆς καὶ τῆς κακίας, καὶ πολλὴ ἡ διαφορά· ἡ μὲν γάρ ἐστι πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη· ἡ μὲν τρυφὴ πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ πενία καὶ ἡ ἔνδεια στενὴ καὶ τεθλιμμένη. Ὥσπερ οὖν ἐνταῦθα ἐναντίαι εἰσὶν αἱ ὁδοὶ, καὶ ὁ μὲν τὴν παρθενίαν ἑλόμενος τὴν στενὴν ὁδεύει καὶ τεθλιμμένην, καὶ ὁ τὴν σωφροσύνην μεταδιώκων, καὶ ὁ τὴν ἀκτημοσύνην ἀσπαζόμενος, καὶ ὁ τῆς κενοδοξίας ὑπερορῶν, ὁ δὲ τὴν πλατεῖαν ὁδεύειν σπεύδων καὶ τὴν εὐρύχωρον, μέθῃ καὶ τρυφῇ καὶ χρημάτων μανίᾳ καὶ ἀκολασίᾳ καὶ ταῖς ἐπιβλαβέσι θεωρίαις ἑαυτὸν ἐκδίδωσι, καὶ πολλὴ ἑκατέρων ἐστὶν ἡ διαφορά· οὕτω δὴ καὶ ἐν τῷ 48.1054 τῆς κολάσεως καιρῷ καὶ τῆς ἀνταποδόσεως, τῶν ἀμοιβῶν πολὺ τὸ μέσον ἔστιν εὑρεῖν. Χάσμα γὰρ, φησὶ, μέγα ἐστήρικται μεταξὺ ἡμῶν, τουτέστι, τῶν δικαίων, τῶν ἐναρέτων, τῶν τὴν λῆξιν ἐκείνην λαχόντων· καὶ ὑμῶν, τουτέστι, τῶν ἐν πονηρίᾳ καὶ κακίᾳ καταδαπανηθέντων. Καὶ τοσοῦτόν ἐστι μέγα τὸ χάσμα, ὥστε μήτε ἐντεῦθεν ἑστῶτά τινα πρὸς ὑμᾶς διαβῆναι δύνασθαι, μήτε ἐκεῖθεν πρὸς ἡμᾶς διαπερᾶσαι. Εἶδες χάσματος μέγεθος; εἶδες ἀπόκρισιν γεέννης βαρυτέραν; Ἆρα ἐν προοιμίοις ἀκούσαντες τὴν εὐημερίαν τοῦ πλουσίου καὶ τὴν πολλὴν θεραπείαν ἣν εἶχε παρὰ πάντων δορυφορούμενος, καὶ καθ' ἑκάστην ἡμέραν τῇ τρυφῇ προσηλωμένος, οὐκ ἐνομίζετε μακαριστὸν εἶναι; καὶ πάλιν ὁρῶντες τὸν πένητα ἐπὶ τοῦ πυλῶνος ἐῤῥιμμένον καὶ τοῖς χαλεποῖς ἕλκεσιν ἐκείνοις ἐκδεδομένον, οὐκ ἐταλανίζετε αὐτοῦ τὴν ζωήν; Ἀλλ' ἰδοὺ νῦν ἀπὸ τοῦ τέλους τῶν πραγμάτων τὰ ἐναντία ὁρῶμεν γινόμενα, καὶ τὸν μὲν ἐν τηγάνοις μετὰ τὴν τρυφὴν