67
οὐσίᾳ καὶ θεότητι ἡ ἁγία καὶ πανύμνητος ὑπάρχει τριάς. ὅτι φησὶν ἐβασίλευσε Κύριος ὁ Θεὸς ἡμῶν. ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ πρὸ τῆς σωτηρίου ἐνανθρωπήσεως τῶν τε ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐβασίλευε σὺν τῷ Πατρὶ καὶ τῷ Παναγίῳ Πνεύματι, ὡς υἱὸς μονογενὴς καὶ λόγος τοῦ Πατρὸς καὶ τῶν ἁπάντων δημιουργός. καὶ μετὰ τὴν ἐνανθρώπησιν δὲ πάντων ὁμοίως ἐστὶ κύριος καὶ βασιλεύς, οὐδὲν ἐκ τῆς σαρκώσεως ἐλαττωθεὶς εἰς τὴν κατὰ πάντων ἀρχὴν καὶ βασιλείαν. ἀλλ' ἐπεὶ κατὰ τὸν σοφώτατον ἀπόστολον οὔπω ὁρῶμεν τὰ πάντα αὐτῷ ὑποτεταγμένα, ἐν δὲ τῷ μέλλοντι αἰῶνι πάντα ὑποταγήσεται καὶ οἱ νῦν τέως ἀγέρωχον αὐτῷ τὸν αὐχένα ἀντιτείνοντες ὡς καὶ αὐτὸν τὸν θάνατον ὑποτάττεσθαι, ἔσχατος γὰρ ἐχθρὸς καταργεῖται ὁ θάνατοςεἰκότως φασὶν οἱ θεσπέσιοι ἄγγελοι ἐβασίλευσε Κύριος ὁ Θεὸς ἡμῶν, εἰς τὸν μέλλοντα αἰῶνα τὴν ἀναφορὰν ποιούμενοι τῆς δοξολογίας, ὡς τότε τῇ ἁπάντων ὑποταγῇ τελεωτάτην ἐπὶ πᾶσι κτωμένου Χριστοῦ τὴν βασιλείαν· οἱ μὲν γὰρ τῇ κολάσει, οἱ δὲ τῇ κατὰ πρόσωπον ἐπιγνώσει, καὶ οὐ δι' ἐσόπτρου ἢ αἰνίγματι ὥσπερ νῦν τὴν ὑποταγὴν ποιήσονται. ὅτι ἦλθέ φησιν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν. ὁ ἐν τῷ παρόντι τοῦ Κυρίου γάμος πρὸς τὴν ἐκκλησίαν ἔτι μνηστεία ἐστὶ καὶ οὔπω τέλειος γάμος. καὶ τοῦτο αἰνίττεται ὁ θεσπέσιος ἀπόστολος τὴν δευτέραν πρὸς Κορινθίους γράφων ἐπιστολήν, ἐν ᾗ φησιν ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. ἔτι οὖν μνηστείας 202 τὸ πρᾶγμα· μνηστείας γὰρ τὸ ἡρμοσάμην. καὶ σύμβολον τῆς μνηστείας τὸν ἀρραβῶνα τοῦ πνεύματος δεχόμεθα. ὅταν μέντοι ἓν πνεῦμα γένηται μετὰ Χριστοῦ ἡ ἐκκλησία, ὥσπερ ὁ ἀνὴρ ἓν σῶμα μετὰ τῆς γυναικός, τότε ὁ τέλειος γάμος. καὶ γὰρ περὶ τοῦ σωματικοῦ γάμου φιλοσοφῶν ἡμῖν ὁ σοφὸς ἀπόστολος καὶ τὸ γραφικὸν παραθεὶς τὸ φάσκον ἔσονται οἱ δύο εἰς σάρκα μίαν, ἐπάγει τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν. διό φασιν οἱ ἅγιοι ἄγγελοι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, σημαίνοντες τότε τῆς νῦν μνηστείας τὸν γάμον ἐπιτελεσθησόμενον· τοῦτο γὰρ σαφῶς ἡμῖν καὶ τὸ Εὐαγγέλιον παραδέδωκε πῆ μὲν εἰσάγον γάμους υἱοῦ παρὰ πατρὸς βασιλέως γινομένους, καὶ πολλοὺς εἰς τὸ συμπόσιον κεκλημένους, καὶ τοὺς μὲν κοινωνοῦντας τῆς εὐωχίας, τοὺς δὲ παραιτησαμένους τὸ δεῖπνον, καὶ ἐκδιωκόμενον τὸν μὴ ἔνδυμα γάμου ἠμφιεσμένον· πῆ δὲ δέκα παρθένους λέγον ὧν αἱ μὲν πέντε ἃς καὶ φρονίμους καλεῖ συνεισιούσας τῷ νυμφίῳ εἰς τὴν μακαρίαν ἐκείνην παστάδα, τὰς δὲ ἀποκλειομένας ἐπεὶ μὴ ἐλαίῳ δαψιλεῖ τὰς ἑαυτῶν ἐκόρεσαν λαμπάδας· ὧν οὐδὲν εἰς τὸν παρόντα χρόνον νοεῖν ἐνδέχεται, ἀλλ' εἰς τὸν ἐσόμενον. ἦλθεν οὖν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡ ἐκκλησία ἑτοίμη πάρεστιν τῶν ἀμυθήτων ἐκείνων τυχεῖν ἀγαθῶν τῇ πρὸς Χριστὸν συναφείᾳ. περιβεβλημένη φησὶ τὸ ἐξ ἀρετῶν ἱμάτιον βύσσινον. βύσσον δὲ διὰ τὸ λαμπρὸν αὐτῆς καὶ ἰσχνόν· λαμπρὸν μὲν τῇ ἀλήπτῳ ζωῇ καὶ πολιτείᾳ, ἰσχνὸν δὲ τοῖς περὶ Θεοῦ δόγμασι καὶ διανοήμασι. καὶ λέγει μοί φησι γράψον· μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ 203 ἀρνίου κεκλημένοι, καὶ δὴ καὶ ἀπιόντες ὡς δεῖ· πολλοὺς γὰρ ἴσμεν κεκλημένους μὲν ἐν τοῖς Εὐαγγελίοις, παραιτησαμένους δὲ τὸ πνευματικὸν συμπόσιον ἢ καὶ ἀπιόντας μέν, ἔξω δὲ βαλλομένους ὡς μὴ ἔχοντας ἔνδυμα γάμου, ὡς πρὸ μικροῦ δεδήλωται. ἀλλὰ καὶ ὁ θεῖος ἀπόστολος, πολλοὺς εἴρηκε τοὺς κλήτους, ὀλίγους δὲ τοὺς ἐκλεκτούς. καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύ νησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστὶ τὸ πνεῦμα τῆς προφητείας. οἱ κατάρατοι καὶ θεοστυγεῖς Ἕλληνες ἀκούοντες ὥς ἐστι δόγμα παρ' ἡμῖν θεσπίζον ἁγίους ἀγγέλους εὐδοκίᾳ Θεοῦ προστατεῖν ἐθνῶν τε καὶ ἐκκλησιῶν καὶ τῶν καθ' ἕκαστον, ἐθνῶν μὲν τοῦ σοφωτάτου ∆ανιὴλ γεγραφότος καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου, καὶ αὖθις καὶ νῦν ἐπιστρέφω πολεμῆσαι