68
σαρκί". ὅταν δέ τις νεκρώσῃ τὴν σάρκα καὶ τὰ ἔργα αὐτῆς καθαιρῇ, οὔκ ἐστιν ἐν σαρκί. διὸ λέγεται· "οἱ τοῦ Ἰησοῦ Χριστοῦ ἐσταύρωσαν τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις" καὶ νενεκρωμένην αὐτὴν ἔχουσιν, οὐκέτι ἐνεργοῦσαν. ὁ σταυρούμενος κωλυομένας ἔχει τὰς χεῖρας πρὸς τὸ πράττειν καὶ τοὺς πόδας ὅποι βούλεται πορεύεσθαι. οἱ σταυρωθέντες οὖν σὺν τῷ Χριστῷ ἐσταύρωσαν τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις αὐτῆς, νεκρὰν αὐτὴν ἀπέφηναν, ὡς τὴν Ἰησοῦ λοιπὸν ἐν τῇ σαρκὶ ἑαυτῶν περιφέρειν νέκρωσιν· "πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρομεν". "κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐνγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου", ἐπεὶ οὐχ εὗρον ἣν ἐπόθουν τροφήν, "ἠσθένησαν καὶ ἔπεσαν". θεώρει δὲ τί συνημμένον ἐστίν. 100 2 οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ἐληλύθασιν ἐμὲ κατασπάσαι εἰς ἀσθένειαν, διαθεῖναί με κακωτικῶς. αὐτοῖς δὲ τὸ πάθος ἐνγέγονεν ὃ ἐμοὶ ἐνποιῆσαι ἠβούλοντο· εἰ γὰρ ἦσαν εὑρόντες "σάρκας", κατήσθιόν με καὶ εἰς ἀσθένειαν καὶ νόσον με κατέσπων. ἐπειδὴ δὲ "σάρκας" οὐχ εὗρον, "αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν" λιμῷ ὑποβληθέντες. "οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν". οὐ πάντως ὁ θλίβων ἐχθρός ἐστιν· καὶ ὁ ἀγαθὸς θλίβει. πολλοὶ γὰρ ἐχθροὶ θλίψεσιν βουλόμενοι καὶ κακώσει περιβαλεῖν ἐκείνους καθ' ὧν ἐχθρεύουσιν, οὐχ οἷοί τέ εἰσιν τοῦτο ποιῆσαι θεοῦ μὴ συνχωροῦντος. πολλοὶ δὲ καὶ θλίβουσιν οὐκ ἐχθροὶ ὄντες. θλίβουσιν γοῦν γονεῖς παιδεύοντες τέκνα καὶ δεσπόται δούλους, καὶ οὐ δήπου ἐχθροὶ ὄντες τοῦτο ποιοῦσιν. δύναται γοῦν λέγειν ὅτι ἀμφότερα τὰ τάγματα τό τε τῶν θλιβόντων καὶ τῶν ἐχθρῶν ἠσθένησαν καὶ ἔπεσαν. δυνατὸν δὲ τοῦτο· αὐτοὶ οἱ θλίβοντες καὶ ἐχθροί εἰσιν· οὐ γὰρ ἐπὶ νουθεσίᾳ καὶ παιδεύσει θλίβουσιν. οὐ τοῖοί εἰσιν περὶ ὧν λέγεται· "ὃς προφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον", καί· "τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ"; οὗτοι οἱ θλίβοντες οὔκ εἰσιν ἐχθροί. ἔστιν δὲ ὅτε ὁ ἐχθρὸς καὶ θλίβει· οὐκ ἐξ ἀνάγκης δέ. ἐπερ · ποίαν "νέκρωσιν"; -τοῦτο τὸ μὴ ζῆν κατὰ τὰς ἐνεργείας τὰς φαύλας. ὁ τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρων οὐκ ἀκολασταίνει· νενέκρωται πρὸς ἀκολασίαν, νενέκρωται πρὸς τὸ θεοποιεῖν τὴν κοιλίαν ἑαυτοῦ, ἀνενέργητα ἔχει τὰ μέλη περὶ τὰς σαρκικὰς ἐπιθυμίας· οὐκ ἐᾷ αὐτὸ αὐτόνομον εἶναι· ἔχει γὰρ ἐπιθυμίας ψεκτάς. εἴρηται γοῦν· "μὴ βασιλευέτω ὑμῶν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι πρὸς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ". 3 ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία. λοιπὸν τὸ πῶς οὐ φοβεῖται οὐδὲ δειλιᾷ ἐξηγεῖται εἰπών· "τίνα φοβηθήσομαι"; καί· "ἀπὸ τίνος δειλιάσω"; ἐπεὶ δόκει ἡ λέξις ὑπερβάλλειν "τίνα". κἂν ὅλη παρεμβολὴ πονηρῶν ἀν θρώπων τε καὶ δυνάμεων παρατάξεται ἐπ' ἐμέ, οὐ φοβεῖταί μου ἡ καρδία· κἂν ἀποκτείνωσιν τὸ σῶμα, ἀκλόνητος μένει ἡ καρδία, ἡ νόησίς μου οὐ βάλλεται. ἐὰν ὅλον στρατόπεδον σὺν στρατηγοῖς μεγάλοις ἐπέλθῃ ἐπ' ἐμέ, τὴν καρδίαν ἔχω ἄφοβον, οὐ φοβεῖταί μου ἡ νόησις. ὅτι δὲ τὸ πλῆθος τῶν στρατευμάτων τούτῳ τῷ ὀνόματι καλεῖται· ὁ Ἰακὼβ ὅτε ἀπὸ τῆς Μεσοποταμίας ἐπέστρεφεν καὶ ἤμελλεν συντυγχάνειν τῷ Ἠσαῦ, εἶδεν παρεμβολὴν ἀγγέλων· πῶς γὰρ οὐκ ἤμελλεν παρεμβολὴ ἔσεσθαι περὶ τὸν μέλλοντα πρὸς πολέμιον ὑπερβάλλοντα καὶ μισοῦντα ἔρχεσθαι; καὶ ὁ Ἐλισαῖος ὁμοίως· παρεμβολὴ παρετάξατο ἐπὶ τὸν Ἐλισαῖον τῆς Συρίας. γέγονεν παρεμβολὴ θεία περὶ αὐτόν, οὐ κατὰ τὴν ἱστορίαν, ἀλλὰ κατὰ τὸ πνευματικόν. ἄγεται ἡ ψυχὴ ὑπὸ τοῦ νοῦ, ἡνιοχεῖται ὑπ' αὐτοῦ. ἐὰν δὲ καὶ τὴν γνώμην τις θέλῃ λαβεῖν, δυνατόν. σημαίνει τὸ 101 ὄνομα τοῦ πνεύματος τῆς καρδίας ποτὲ τὴν γνώμην. τὸν νοῦν δὲ λημπτέον ἐνταῦθα. 3ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. πλέον παρεμβολῆς ἐὰν ἐπαναστῇ ἐπ' ἐμέ, ἐν τῇ καρδίᾳ μου ἐγὼ ἐλπίζω τῇ μὴ φοβουμένῃ, τῇ