69
ἐνδυναμουμένῃ θεικῷ φόβῳ· "φόβος κυρίου πάντα ὑπερέβαλεν", καί· "οὐκ ἔστιν ὑστέρη μα τοῖς φοβουμένοις αὐτόν". "ἐν ταύτῃ ἐγὼ ἐλπίζω". θαρρῶ ὅτι αὕτη ἡ καρδία ἀντὶ πάντων μοι γίνεται. αἱ ἀρεταὶ τὰ ὅπλα εἰσὶν τῆς εὐσεβείας. "ἐνδυσώμεθα ὅπλα φωτός, ἀποθώμεθα τὰ ἔργα τῆς σαρκός". τὰ ὅπλα τοῦ φωτὸς αἱ ἀρεταί εἰσιν, αἱ εὐσεβεῖς νοήσεις, τῆς ἀληθείας μυστήρια καὶ δόγματα. ἐν ταύταις ταῖς παντευχίαις ἠσφαλισμένος οὐδένα δεδίττεται, τὴν ἐλπίδα ἔχει ἀκαταίσχυντον. "ἐν ταύτῃ" οὖν "ἐγὼ ἐλπίζω", οὐ τῇ νοήσει μου ἁπλῶς, ἀλλὰ τῇ οὕτως ἠσφαλισμένῃ. 4 μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω. πολλῶν ἀγαθῶν ὁ θεὸς δοτήρ ἐστιν· "δώσει" γὰρ "ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν", καὶ ἐνπιμπλᾷ τὴν ἐπιθυμίαν ἐν τοῖς ἀγαθοῖς ἑαυτοῦ· "τὸν ἐμπινπλῶντα" γὰρ "ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". δύναταί τις οὖν τῷ πιθανώτερον εἰπεῖν ὅτι τὰ ἀγαθὰ ταῦτα αἱ κατ' εἶδός εἰσιν ἀρεταί, τὰ κατ' εἶδος μυστήρια τῆς ἀληθείας. ὅταν τις οὖν αὐτό, ἵν' οὕτω εἴπω, τὸ γένος ἔχῃ τῶν ἀρετῶν, πάσας ἔχει. μίαν οὖν αἴτησιν αἰτεῖ, πᾶσαν τὴν ἀρετήν. ὅταν τις οὐκ ἔχῃ ἤδη εὐδοκιμούσας τὰς ἀρετάς, οὐ μίαν αἴτησιν ἀναπέμπει· εἰ γὰρ ἐν τῷ προκόπτειν ἐστὶν καὶ ἐν ἄλλοις μείζω γινόμενος, πάλιν χρῄζει αἰτήσεως καὶ οὐ μίαν αἴτησιν αἰτεῖ. ὁ δὲ ὑπὲρ ὅλης τῆς ἀρετῆς καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν δογμάτων εὐχὴν ἀναπέμπων μίαν ἀναπέμπει. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· αἱ προκοπαὶ πολλαί εἰσιν. σημαίνονται δὲ αὗται τῷ ὀνόματι τῆς σκηνῆς, ὡς πολλάκις ἀποδέδεικται. ἐάν τις οὖν ἔν τινι προκοπῇ γένηται καὶ αἰτῆται θεὸν ἔχειν βοηθόν, ἔχειν καὶ ἐπίκουρον, οὐ μένει ἐν ταύτῃ τῇ αἰτήσει· μεταβαίνει γὰρ ἀπὸ προκοπῆς εἰς προκοπήν. ἐστὶν κρείττων ἑαυτοῦ γινόμενος. σκηνώματα δὲ πολλὰ λέγεται, εἷς δὲ ὁ οἶκος. μίαν οὖν αἴτησιν αἰτεῖται ὁ εἰς τελειότητα ἐλθών. "μίαν" οὖν "αἰτησάμην παρὰ κυρίου". δυνατὸν δὲ καὶ τοῦτο· ἡ βοήθεια αὐτῶν, ἵνα παρεσκευασμένοι πρὸς τοὺς ἐπεγείροντας πόλεμον καὶ τὰς παρεμβολὰς δύνωνται, οὐ μίαν αἴτησιν αἰτεῖται. πολλὰς βοηθείας ζητοῦσιν, στρατιωτικὴν περιβολήν, τειχῶν ἐρυμνότητα, κατασκευάσματα. ὁ δὲ αὐτὸν τὸν θεὸν ἔχων βοηθὸν καὶ τοῦτον αἰτούμενος μίαν αἴτησιν αἰτεῖται. "πάντα ἐν πᾶσιν" γίνεται ὡς ἕκαστον τῶν τελειωθέντων ἔχειν αὐτὸν πάντα, ὡς ἄρτον, ὡς φῶς, ὡς διδάσκαλον, ὡς ποιμένα. "μίαν" οὖν "ᾐτησάμην, ταύτην ἐκζητῶ". ὁ λέγων "ἐκζητῶ" καὶ "ᾐτησάμην" δείκνυσιν ὅτι οὔπω ἔχει ὁ ἐκζητῶν καὶ ποθῶν εὑρεῖν. οὔπω δὲ οὐδεὶς ἔχει τὴν τελειότητα πλὴν εἰ καὶ εἰς αὐτὸ τὸ τέρμα καὶ τὸ τέλος φθάσῃ τῆς ἀρετῆς καὶ τῆς πρὸς θεὸν ἑνώσεως. 4 τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. οὐ νῦν ἠρξάμην αἰτεῖσθαι, ἀλλὰ καὶ ἀρχόμενος τοῦ τέλους 102 ἕνεκα ἠρξάμην· καὶ γὰρ ὁ ἀρχόμενος τέχνης διὰ τὸ τέλος τῆς τέχνης ἄρχεται. κατοικοῦσιν οἱ εἰς τοῦτον φθάσαντες. "μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου". ὁ ἔχων τὴν μακαρίαν ζωὴν ἐν ἡμέραις ἐστίν, ἐν νυξὶν οὐ γίνεται. κἄν ποτε ἐν νυκτὶ γένηται, ἀρχὴν δὲ λάβῃ τοῦ ποθῆσαι τὴν ζωήν, ἔξω γίνεται τῆς νυκτός. 4 τοῦ θεωρεῖν με τὴν τερπνότητα κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. ὥσπερ πάσας τὰς ἡμέρας ἐν τῷ οἴκῳ τοῦ θεοῦ κατοικῶ, οὕτως ἐν πάσαις ταῖς ἡμέραις θεωρῶ τὴν τερπνότητα κυρίου καὶ ἐπισκέπτομαι τὸν ναὸν αὐτοῦ. τερπνότης δὲ κυρίου ἐστὶν ἡ μετουσία αὐτοῦ. καὶ ναὸς αὐτοῦ ἐστιν ἡ κατάστασις, ἐν ᾗ θεὸς εὑρίσκεται, ἐν ᾗ θεὸς οἰκεῖ. ἡ τελεία ἀρετὴ οἶκός ἐστιν θεοῦ. "Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς", καί· "οὐκ οἴδατε ὅτι ναὸς τοῦ θεοῦ ἐστε"; πλὴν εἰ καὶ τὴν ἀρετὴν καὶ τὴν παντελῆ ἁγιότητα εἴπομεν οἶκον, δευτέρως δὲ καὶ τοὺς πιστοὺς ἀνθρώπους. διὰ τοῦτο οἶκος γίνονται, ὅτι ἔχουσιν τὴν ἀρετὴν καὶ τὴν ἁγιότητα. οὐχ ἡ ἀρετὴ ἐκ τῶν μετεχόντων οἶκος λέγεται θεοῦ, ἀλλὰ διὰ τὴν ἀρετὴν οἱ κοινωνοῦντες αὐτῇ. τὸ ἐπὶ πᾶσιν δὲ τέλος ὑπογράφεται μάλιστα. τῷ δὲ μὴ ἀθρόως τοῦτο παραγίνεσθαι, τὰ πρὸ τοῦ τέλους τέλη λέγομεν· εἰσὶν γὰρ καὶ τέλη πρὸ τέλους· "πάσης συντελείας