69
πάντα οὔπω θαῤῥῶ· ὅπερ ἀλλαχοῦ λέγει, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ πάλιν, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ Ἰησοῦ. -Οὐχ ὅτι ἤδη ἔλαβον. Τί ἐστιν, Ἤδη ἔλαβον; Τὸ βραβεῖόν φησιν. Εἰ δὲ ὁ τοσαῦτα παθὼν, εἰ δὲ ὁ διωκόμενος, εἰ δὲ ὁ τὴν νέκρωσιν ἔχων, οὔπω ἐθάῤῥει περὶ τῆς ἀναστάσεως ἐκείνης, τί ἂν εἴποιμεν ἡμεῖς; Τί ἐστιν, Εἰ καταλάβω; Ὅπερ πρότερον ἔλεγον, Εἰ καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τὴν αὐτοῦ, φησὶν, ἀνάστασιν εἰ καταλάβω. Τουτέστιν, Ἐὰν δυνηθῶ τοσαῦτα παθεῖν, ἐὰν δυνηθῶ μιμήσασθαι αὐτὸν, ἂν δυνηθῶ σύμμορφος αὐτῷ γενέσθαι. Οἷον, πολλὰ ἔπαθεν ὁ Χριστὸς, ἐνεπτύσθη, ἐῤῥαπίσθη, ἐμαστιγώθη, ὕστερον ἀπέθανε. Τοῦτο στάδιόν ἐστι· διὰ πάντων τούτων δεῖ πρὸς τὴν ἀνάστασιν αὐτοῦ φθάσαι, πάντας τοὺς ἄθλους ἐνεγκόντας. Ἢ τοίνυν τοῦτό φησιν, ἢ ὅτι Ἐὰν καταξιωθῶ τῆς ἀναστάσεως τυχεῖν εὐδοκίμου, παῤῥησίαν ἐχούσης, εἰς τὴν ἐξανάστασιν φθάνω τὴν αὐτοῦ. Ἂν γὰρ δυνηθῶ τοὺς ἀγῶνας πάντας ἐνεγκεῖν, καὶ τὴν ἀνάστασιν αὐτοῦ δυνήσομαι σχεῖν, καὶ μετὰ δόξης ἀναστῆναι. Οὐδέπω γὰρ, φησὶν, ἄξιός εἰμι· ∆ιώκω δὲ, εἰ καὶ καταλάβω. Ἔτι ἐναγώνιός μοι ὁ βίος, ἔτι τοῦ τέλους εἰμὶ πόῤῥω, ἔτι τῶν βραβείων ἀφέστηκα, ἔτι τρέχω, ἔτι διώκω. Καὶ οὐκ εἶπε, Τρέχω, ἀλλὰ, ∆ιώκω· εἰκότως. Ὁ γὰρ διώκων, ἴστε μεθ' ὅσου τόνου διώκει· οὐδένα ὁρᾷ, πάντας μετὰ πολλῆς τῆς ῥύμης τοὺς διακόπτοντας ἀπωθεῖται, καὶ διάνοιαν καὶ ὄμμα καὶ 62.268 ἰσχὺν καὶ ψυχὴν καὶ σῶμα συστρέφει, πρὸς ἕτερον μὲν οὐδὲν ὁρῶν, πρὸς δὲ τὸ βραβεῖον μόνον. Εἰ δὲ ὁ διώκων Παῦλος, ὁ τοσαῦτα παθὼν, ἔτι φησὶν, Εἰ καὶ καταλάβω· τί ἂν εἴποιμεν ἡμεῖς οἱ ἀναπεπτωκότες; Εἶτα δεικνὺς, ὅτι ὀφειλῆς τὸ πρᾶγμά ἐστι, φησὶν, Ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Ἰησοῦ Χριστοῦ. Τῶν ἀπολλυμένων ἤμην, φησὶν, ἐπνιγόμην, ἔμελλον ἀπόλλυσθαι· κατέλαβέ με ὁ Θεός· καὶ γὰρ αὐτὸς ἡμᾶς ἐδίωκε φεύγοντας αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς. ∆ιὰ τούτου ταῦτα πάντα παρίστησι· τῷ γὰρ εἰπεῖν, ὅτι Κατελήφθην, ἔδειξε καὶ τοῦ βουλομένου καταλαβεῖν τὴν σπουδὴν, καὶ ἡμῶν τὴν ἀποστροφὴν τὴν πολλὴν καὶ τὴν πλάνην, καὶ ὅτι αὐτὸν ἐφεύγομεν. δʹ. ∆ιὸ καὶ δακρύειν ἄξιον, ὅτι πάντων εἰς τὴν προτέραν κατάστασιν πάλιν ἐλθόντων, καὶ ὅτι πολλῆς ὀφειλῆς ὄντων ἡμῶν ὑπευθύνων, οὐδεὶς πενθεῖ, οὐδεὶς δακρύει, οὐδεὶς στενάζει. Καὶ μὴ καταγνῷς εἰρωνείαν τοῦ λόγου· ὥσπερ γὰρ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ τὸν Θεὸν ἐφεύγομεν, οὕτω φεύγομεν αὐτὸν καὶ νῦν· φεύγειν γὰρ ἔστι τὸν Θεὸν, οὐ τόπῳ (πανταχοῦ γάρ ἐστι), ἀλλὰ τοῖς ἔργοις. Καὶ ὅτι οὐκ ἔστι φεύγειν, ἄκουε τοῦ προφήτου λέγοντος, Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Πῶς οὖν ἔστι φυγεῖν τὸν Θεόν; Ὡς ἔστι πόῤῥω γενέσθαι τοῦ Θεοῦ, ὡς ἔστι μακρυνθῆναι· Οἱ γὰρ μακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· καὶ πάλιν, Οὐχὶ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν; Πῶς οὖν γίνεται τὸ μακρυνθῆναι; πῶς γίνεται διάστασις; Προαιρέσει καὶ ψυχῇ· τόπῳ γὰρ οὐκ ἔνι· πῶς γὰρ ἄν τις τὸν πανταχοῦ παρόντα φεύγοι; Ὁ τοίνυν ἁμαρτωλὸς φεύγει. Τοῦτό ἐστιν ὅ φησιν ἡ Γραφὴ, Φεύγει ὁ ἀσεβὴς, μηδενὸς διώκοντος. Σφόδρα φεύγομεν τὸν Θεὸν, καίτοι ἀεὶ διώκοντα ἡμᾶς αὐτόν. Ὁ Ἀπόστολος ἐδίωκεν, ἵνα ἐγγὺς αὐτοῦ γένηται· ἡμεῖς διώκομεν, ἵνα πόῤῥω γενώμεθα· ἆρα οὐκ ἄξια ταῦτα θρήνων; ἆρα οὐκ ἄξια δακρύων; Ποῦ φεύγεις, ἄθλιε καὶ ταλαίπωρε; ποῦ φεύγεις τὴν ζωὴν καὶ τὴν σωτηρίαν τὴν σήν; Ἂν τὸν Θεὸν φύγῃς, πρὸς τίνα καταφεύξῃ; ἂν τὸ φῶς φύγῃς, ποῦ διαβλέψεις; ἂν τὴν ζωὴν φύγῃς, πόθεν ζήσῃ λοιπόν; Φύγωμεν τὸν ἐχθρὸν τῆς σωτηρίας τῆς ἡμετέρας. Ὅταν ἁμαρτάνωμεν, φεύγομεν ἀπὸ τοῦ Θεοῦ, δραπετεύομεν, εἰς