69
δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, καὶ περι βεβλημένος ἱμάτιον ἐρραμμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. καὶ τὰ στρατεύματα ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ' ἵπποις λευκοῖς καὶ ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύε ται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ Θεοῦ, τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντο κράτορος. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον αὐτοῦ καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον Βασιλεὺς βασιλέων, καὶ Κύριος κυρίων. μετὰ τὴν ὥραν τῆς καταστροφῆς Βαβυλῶνος· δῆλον δὲ τίς νενόηται ἡ Βαβυλών, ἔτι καὶ τοῦτο δείκνυται τῷ εὐαγγελιστῇ, τοῦ τε ἀντιχρίστου καὶ τοῦ ἀρχεκάκου δράκοντος ἡ πτῶσις, καὶ εἰς ποίαν ἀπίασι κόλασιν ἐν τῷ τοῦ τέλους καὶ τῆς ἀντιδόσεως καιρῷ, καὶ τῶν βασιλέων δὲ ἡ καταστροφὴ τῶν ἐπαναστησομένων τὸ τηνικάδε τοῖς Χριστοῦ δούλοις, καὶ ὅρα τί φησιν. εἶδον τὸν οὐρανὸν ἀνεωγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ ἐπιβάτης πιστὸς καὶ ἀληθὴς καὶ δίκαιος. τὸν Κύριον ὁρᾶ μονονουχὶ συμπολεμοῦντα καὶ προπολεμοῦντα τῶν ἁγίων καὶ στρατευόμενον κατὰ τῶν ἀντιπάλων. διὸ καὶ στρατηγικὸν αὐτῷ σχῆμα περιτίθησιν ἡ ὀπτασία, ἵππον καὶ ξίφος ἐγχειρίζουσα καὶ τὸ ἐξηγεῖσθαι στρατευμά 207 των. καὶ ἰδού φησιν ἵππος λευκὸς ᾧ ἐποχεῖτο ὁ Κύριος, δηλοῦντος τοῦ αἰνίγματος μὴ ἄλλοις ἐπαναπαύεσθαι Χριστὸν ἢ τοῖς καθαροῖς καὶ μηδενὶ ῥύπῳ ἁμαρτίας κατεστιγμένοις. διὸ καὶ περὶ τοῦ σκεύους τῆς ἐκλογῆς τοῦ Παύλου εἴρηται παρὰ τοῦ Κυρίου τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν καὶ βασιλέων υἱῶν Ἰσραήλ. ὅρα οὖν τοῖς κατὰ τὸν Παῦλον ἐπαναπαύεται καὶ ἐποχεῖται ὁ Χριστός. καὶ ὁ καθήμενός φησιν ἐπ' αὐτοῦ, τουτέστι τοῦ ἵππου, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρινεῖ καὶ πολεμεῖ. πιστός ἐστιν ὁ ἀληθὴς κατὰ τὸν λέγοντα περὶ αὐτοῦ ἀπόστολον· αὐτὸς πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. ὥστε ὁ πιστὸς καὶ ἀληθινός· κατὰ τοῦ αὐτοῦ γὰρ εἴρηται, δύο κειμένων προσηγοριῶν ἐφ' ἑνὶ πράγματι. ὅτι δὲ κρίνει δικαίως καὶ πολεμεῖ κατὰ τῶν αἰσθητῶν ἐχθρῶν ὑπὲρ τῶν αὐτοῦ δούλων, μάρτυς ὁ λέγων προφήτης ὁ Θεός, τὸ κρῖμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τουτέστι Χριστῷ· υἱὸς γὰρ Σολομῶνος τὸ κατὰ σάρκα Χριστός, εἰς ὃν ὁ ψαλμὸς ἀνατίθεται εἶτα ἐπάγων κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει. ὅτι δὲ καὶ πολεμεῖ ὁ αὐτός, δηλοῖ στρατιωτικῶς αὐτὸν ὁπλίζων ἐν τῷ λέγειν περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε, εἶτα προστιθεὶς τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φησι φλὸξ πυρός. τὴν κατὰ τῶν πολεμίων ὀργὴν ἡ τῶν ὀφθαλμῶν ἐμφαίνει πύρωσις. καὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φησι διαδήματα πολλά, τοσαῦτα πάντως 208 ὅσων ταγμάτων ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βασιλεύει. ἔχων φησὶν ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός. φησὶν ὁ Θεὸς ἐν τῇ Ἐξόδῳ τῆς ἑβδόμης πρὸς τὸν θεσπέσιον Μωϋσέα· ἐγὼ Κύριος ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομά μου τὸ κύριον οὐκ ἐδήλωσα αὐτοῖς, ὡς κρεῖττον δῆλον ἢ ἀκοῇ ἀνθρώπου χωρηθῆναι. διὸ καὶ ὅπως βαπτιστέον τοὺς ἐπιστρέφοντας εἰς θεογνωσίαν παραδιδοὺς ὁ Κύριος τοῖς ἀποστόλοις, ἔφη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, καὶ εἰπὼν ὄνομα οὐ τὰ κύρια παρέδωκεν· οὐ γὰρ ἦν ὁ ὑποστῆναι τὴν ἐκφώνησιν αὐτῶν ἰσχύων, ἀλλὰ ἀντὶ τῶν κυρίων σχετικὰ καὶ προσηγορικὰ παρέδωκεν, σχετικὰ μὲν εἰπὼν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, προσηγορικὸν δὲ ἐπάγων καὶ τοῦ Ἁγίου Πνεύματος. ὅθεν λίαν ἀσφαλῶς καὶ ἐν τῇ ἀποκαλύψει ἄγνωστον ἐᾶται πᾶσι τὸ κύριον ὄνομα τοῦ μονογενοῦς. περιβεβλημένος φησὶν ἱμάτιον ἐρραμμένον αἵματι· ἔφερε γὰρ καὶ ἐν τῇ ὀπτασίᾳ τὰ σύμβολα τοῦ πάθους ὁ Κύριος καὶ τὸ πανάγιον σῶμα